Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Genesis 25

25:1 προσθέμενος δὲ αβρααμ ἔλαβεν γυναῖκα ὄνομα χεττουρα 25:2 ἔτεκεν δὲ αὐτῷ τὸν ζεμραν καὶ τὸν ιεξαν καὶ τὸν μαδαν καὶ τὸν μαδιαμ καὶ τὸν ιεσβοκ καὶ τὸν σωυε 25:3 ιεξαν δὲ ἐγέννησεν τὸν σαβα καὶ τὸν θαιμαν καὶ τὸν δαιδαν υἱοὶ δὲ δαιδαν ἐγένοντο ραγουηλ καὶ ναβδεηλ καὶ ασσουριιμ καὶ λατουσιιμ καὶ λοωμιμ 25:4 υἱοὶ δὲ μαδιαμ γαιφα καὶ αφερ καὶ ενωχ καὶ αβιρα καὶ ελραγα πάντες οὗτοι ἦσαν υἱοὶ χεττουρας 25:5 ἔδωκεν δὲ αβρααμ πάντα τὰ ὑπάρχοντα αὐτοῦ ισαακ τῷ υἱῷ αὐτοῦ 25:6 καὶ τοῖς υἱοῖς τῶν παλλακῶν αὐτοῦ ἔδωκεν αβρααμ δόματα καὶ ἐξαπέστειλεν αὐτοὺς ἀπὸ ισαακ τοῦ υἱοῦ αὐτοῦ ἔτι ζῶντος αὐτοῦ πρὸς ἀνατολὰς εἰς γῆν ἀνατολῶν 25:7 ταῦτα δὲ τὰ ἔτη ἡμερῶν ζωῆς αβρααμ ὅσα ἔζησεν ἑκατὸν ἑβδομήκοντα πέντε ἔτη 25:8 καὶ ἐκλιπὼν ἀπέθανεν αβρααμ ἐν γήρει καλῷ πρεσβύτης καὶ πλήρης ἡμερῶν καὶ προσετέθη πρὸς τὸν λαὸν αὐτοῦ 25:9 καὶ ἔθαψαν αὐτὸν ισαακ καὶ ισμαηλ οἱ υἱοὶ αὐτοῦ εἰς τὸ σπήλαιον τὸ διπλοῦν εἰς τὸν ἀγρὸν εφρων τοῦ σααρ τοῦ χετταίου ἐστιν ἀπέναντι μαμβρη 25:10 τὸν ἀγρὸν καὶ τὸ σπήλαιον ἐκτήσατο αβρααμ παρὰ τῶν υἱῶν χετ ἐκεῖ ἔθαψαν αβρααμ καὶ σαρραν τὴν γυναῖκα αὐτοῦ 25:11 ἐγένετο δὲ μετὰ τὸ ἀποθανεῖν αβρααμ εὐλόγησεν θεὸς ισαακ τὸν υἱὸν αὐτοῦ καὶ κατῴκησεν ισαακ παρὰ τὸ φρέαρ τῆς ὁράσεως 25:12 αὗται δὲ αἱ γενέσεις ισμαηλ τοῦ υἱοῦ αβρααμ ὃν ἔτεκεν αγαρ παιδίσκη σαρρας τῷ αβρααμ 25:13 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν ισμαηλ κατ' ὄνομα τῶν γενεῶν αὐτοῦ πρωτότοκος ισμαηλ ναβαιωθ καὶ κηδαρ καὶ ναβδεηλ καὶ μασσαμ 25:14 καὶ μασμα καὶ ιδουμα καὶ μασση 25:15 καὶ χοδδαδ καὶ θαιμαν καὶ ιετουρ καὶ ναφες καὶ κεδμα 25:16 οὗτοί εἰσιν οἱ υἱοὶ ισμαηλ καὶ ταῦτα τὰ ὀνόματα αὐτῶν ἐν ταῖς σκηναῖς αὐτῶν καὶ ἐν ταῖς ἐπαύλεσιν αὐτῶν δώδεκα ἄρχοντες κατὰ ἔθνη αὐτῶν 25:17 καὶ ταῦτα τὰ ἔτη τῆς ζωῆς ισμαηλ ἑκατὸν τριάκοντα ἑπτὰ ἔτη καὶ ἐκλιπὼν ἀπέθανεν καὶ προσετέθη πρὸς τὸ γένος αὐτοῦ 25:18 κατῴκησεν δὲ ἀπὸ ευιλατ ἕως σουρ ἐστιν κατὰ πρόσωπον αἰγύπτου ἕως ἐλθεῖν πρὸς ἀσσυρίους κατὰ πρόσωπον πάντων τῶν ἀδελφῶν αὐτοῦ κατῴκησεν 25:19 καὶ αὗται αἱ γενέσεις ισαακ τοῦ υἱοῦ αβρααμ αβρααμ ἐγέννησεν τὸν ισαακ 25:20 ἦν δὲ ισαακ ἐτῶν τεσσαράκοντα ὅτε ἔλαβεν τὴν ρεβεκκαν θυγατέρα βαθουηλ τοῦ σύρου ἐκ τῆς μεσοποταμίας ἀδελφὴν λαβαν τοῦ σύρου ἑαυτῷ γυναῖκα 25:21 ἐδεῖτο δὲ ισαακ κυρίου περὶ ρεβεκκας τῆς γυναικὸς αὐτοῦ ὅτι στεῖρα ἦν ἐπήκουσεν δὲ αὐτοῦ θεός καὶ ἔλαβεν ἐν γαστρὶ ρεβεκκα γυνὴ αὐτοῦ 25:22 ἐσκίρτων δὲ τὰ παιδία ἐν αὐτῇ εἶπεν δέ εἰ οὕτως μοι μέλλει γίνεσθαι ἵνα τί μοι τοῦτο ἐπορεύθη δὲ πυθέσθαι παρὰ κυρίου 25:23 καὶ εἶπεν κύριος αὐτῇ δύο ἔθνη ἐν τῇ γαστρί σού εἰσιν καὶ δύο λαοὶ ἐκ τῆς κοιλίας σου διασταλήσονται καὶ λαὸς λαοῦ ὑπερέξει καὶ μείζων δουλεύσει τῷ ἐλάσσονι 25:24 καὶ ἐπληρώθησαν αἱ ἡμέραι τοῦ τεκεῖν αὐτήν καὶ τῇδε ἦν δίδυμα ἐν τῇ κοιλίᾳ αὐτῆς 25:25 ἐξῆλθεν δὲ υἱὸς πρωτότοκος πυρράκης ὅλος ὡσεὶ δορὰ δασύς ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ ησαυ 25:26 καὶ μετὰ τοῦτο ἐξῆλθεν ἀδελφὸς αὐτοῦ καὶ χεὶρ αὐτοῦ ἐπειλημμένη τῆς πτέρνης ησαυ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτοῦ ιακωβ ισαακ δὲ ἦν ἐτῶν ἑξήκοντα ὅτε ἔτεκεν αὐτοὺς ρεβεκκα 25:27 ηὐξήθησαν δὲ οἱ νεανίσκοι καὶ ἦν ησαυ ἄνθρωπος εἰδὼς κυνηγεῖν ἄγροικος ιακωβ δὲ ἦν ἄνθρωπος ἄπλαστος οἰκῶν οἰκίαν 25:28 ἠγάπησεν δὲ ισαακ τὸν ησαυ ὅτι θήρα αὐτοῦ βρῶσις αὐτῷ ρεβεκκα δὲ ἠγάπα τὸν ιακωβ 25:29 ἥψησεν δὲ ιακωβ ἕψεμα ἦλθεν δὲ ησαυ ἐκ τοῦ πεδίου ἐκλείπων 25:30 καὶ εἶπεν ησαυ τῷ ιακωβ γεῦσόν με ἀπὸ τοῦ ἑψέματος τοῦ πυρροῦ τούτου ὅτι ἐκλείπω διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτοῦ εδωμ 25:31 εἶπεν δὲ ιακωβ τῷ ησαυ ἀπόδου μοι σήμερον τὰ πρωτοτόκιά σου ἐμοί 25:32 εἶπεν δὲ ησαυ ἰδοὺ ἐγὼ πορεύομαι τελευτᾶν καὶ ἵνα τί μοι ταῦτα τὰ πρωτοτόκια 25:33 καὶ εἶπεν αὐτῷ ιακωβ ὄμοσόν μοι σήμερον καὶ ὤμοσεν αὐτῷ ἀπέδοτο δὲ ησαυ τὰ πρωτοτόκια τῷ ιακωβ 25:34 ιακωβ δὲ ἔδωκεν τῷ ησαυ ἄρτον καὶ ἕψεμα φακοῦ καὶ ἔφαγεν καὶ ἔπιεν καὶ ἀναστὰς ὤ|χετο καὶ ἐφαύλισεν ησαυ τὰ πρωτοτόκια


Septuagint - Public Domain