Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Isaiah 16

16:1 ἀποστελῶ ὡς ἑρπετὰ ἐπὶ τὴν γῆν μὴ πέτρα ἔρημός ἐστιν τὸ ὄρος σιων 16:2 ἔσῃ γὰρ ὡς πετεινοῦ ἀνιπταμένου νεοσσὸς ἀφῃρημένος θύγατερ μωαβ ἔπειτα δέ αρνων 16:3 πλείονα βουλεύου ποιεῖτε σκέπην πένθους αὐτῇ διὰ παντός ἐν μεσημβρινῇ σκοτίᾳ φεύγουσιν ἐξέστησαν μὴ ἀπαχθῇς 16:4 παροικήσουσίν σοι οἱ φυγάδες μωαβ ἔσονται σκέπη ὑμῖν ἀπὸ προσώπου διώκοντος ὅτι ἤρθη συμμαχία σου καὶ ἄρχων ἀπώλετο καταπατῶν ἐπὶ τῆς γῆς 16:5 καὶ διορθωθήσεται μετ' ἐλέους θρόνος καὶ καθίεται ἐπ' αὐτοῦ μετὰ ἀληθείας ἐν σκηνῇ δαυιδ κρίνων καὶ ἐκζητῶν κρίμα καὶ σπεύδων δικαιοσύνην 16:6 ἠκούσαμεν τὴν ὕβριν μωαβ ὑβριστὴς σφόδρα τὴν ὑπερηφανίαν ἐξῆρας οὐχ οὕτως μαντεία σου 16:7 οὐχ οὕτως ὀλολύξει μωαβ ἐν γὰρ τῇ μωαβίτιδι πάντες ὀλολύξουσιν τοῖς κατοικοῦσιν δεσεθ μελετήσεις καὶ οὐκ ἐντραπήσῃ 16:8 τὰ πεδία εσεβων πενθήσει ἄμπελος σεβαμα καταπίνοντες τὰ ἔθνη καταπατήσατε τὰς ἀμπέλους αὐτῆς ἕως ιαζηρ οὐ μὴ συνάψητε πλανήθητε τὴν ἔρημον οἱ ἀπεσταλμένοι ἐγκατελείφθησαν διέβησαν γὰρ τὴν ἔρημον 16:9 διὰ τοῦτο κλαύσομαι ὡς τὸν κλαυθμὸν ιαζηρ ἄμπελον σεβαμα τὰ δένδρα σου κατέβαλεν εσεβων καὶ ελεαλη ὅτι ἐπὶ τῷ θερισμῷ καὶ ἐπὶ τῷ τρυγήτῳ σου καταπατήσω καὶ πάντα πεσοῦνται 16:10 καὶ ἀρθήσεται εὐφροσύνη καὶ ἀγαλλίαμα ἐκ τῶν ἀμπελώνων σου καὶ ἐν τοῖς ἀμπελῶσίν σου οὐ μὴ εὐφρανθήσονται καὶ οὐ μὴ πατήσουσιν οἶνον εἰς τὰ ὑπολήνια πέπαυται γάρ 16:11 διὰ τοῦτο κοιλία μου ἐπὶ μωαβ ὡς κιθάρα ἠχήσει καὶ τὰ ἐντός μου ὡσεὶ τεῖχος ἐνεκαίνισας 16:12 καὶ ἔσται εἰς τὸ ἐντραπῆναί σε ὅτι ἐκοπίασεν μωαβ ἐπὶ τοῖς βωμοῖς καὶ εἰσελεύσεται εἰς τὰ χειροποίητα αὐτῆς ὥστε προσεύξασθαι καὶ οὐ μὴ δύνηται ἐξελέσθαι αὐτόν 16:13 τοῦτο τὸ ῥῆμα ἐλάλησεν κύριος ἐπὶ μωαβ ὁπότε καὶ ἐλάλησεν 16:14 καὶ νῦν λέγω ἐν τρισὶν ἔτεσιν ἐτῶν μισθωτοῦ ἀτιμασθήσεται δόξα μωαβ ἐν παντὶ τῷ πλούτῳ τῷ πολλῷ καὶ καταλειφθήσεται ὀλιγοστὸς καὶ οὐκ ἔντιμος


Septuagint - Public Domain