Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Lamentations 3

3:1 ἐγὼ ἀνὴρ βλέπων πτωχείαν ἐν ῥάβδῳ θυμοῦ αὐτοῦ ἐπ' ἐμέ 3:2 παρέλαβέν με καὶ ἀπήγαγεν εἰς σκότος καὶ οὐ φῶς 3:3 πλὴν ἐν ἐμοὶ ἐπέστρεψεν χεῖρα αὐτοῦ ὅλην τὴν ἡμέραν 3:4 ἐπαλαίωσεν σάρκας μου καὶ δέρμα μου ὀστέα μου συνέτριψεν 3:5 ἀνῳκοδόμησεν κατ' ἐμοῦ καὶ ἐκύκλωσεν κεφαλήν μου καὶ ἐμόχθησεν 3:6 ἐν σκοτεινοῖς ἐκάθισέν με ὡς νεκροὺς αἰῶνος 3:7 ἀνῳκοδόμησεν κατ' ἐμοῦ καὶ οὐκ ἐξελεύσομαι ἐβάρυνεν χαλκόν μου 3:8 καί γε κεκράξομαι καὶ βοήσω ἀπέφραξεν προσευχήν μου 3:9 ἀνῳκοδόμησεν ὁδούς μου ἐνέφραξεν τρίβους μου ἐτάραξεν 3:10 ἄρκος ἐνεδρεύουσα αὐτός μοι λέων ἐν κρυφαίοις 3:11 κατεδίωξεν ἀφεστηκότα καὶ κατέπαυσέν με ἔθετό με ἠφανισμένην 3:12 ἐνέτεινεν τόξον αὐτοῦ καὶ ἐστήλωσέν με ὡς σκοπὸν εἰς βέλος 3:13 εἰσήγαγεν τοῖς νεφροῖς μου ἰοὺς φαρέτρας αὐτοῦ 3:14 ἐγενήθην γέλως παντὶ λαῷ μου ψαλμὸς αὐτῶν ὅλην τὴν ἡμέραν 3:15 ἐχόρτασέν με πικρίας ἐμέθυσέν με χολῆς 3:16 καὶ ἐξέβαλεν ψήφῳ ὀδόντας μου ἐψώμισέν με σποδόν 3:17 καὶ ἀπώσατο ἐξ εἰρήνης ψυχήν μου ἐπελαθόμην ἀγαθὰ 3:18 καὶ εἶπα ἀπώλετο νεῖκός μου καὶ ἐλπίς μου ἀπὸ κυρίου 3:19 ἐμνήσθην ἀπὸ πτωχείας μου καὶ ἐκ διωγμοῦ μου πικρίας καὶ χολῆς μου 3:20 μνησθήσεται καὶ καταδολεσχήσει ἐπ' ἐμὲ ψυχή μου 3:21 ταύτην τάξω εἰς τὴν καρδίαν μου διὰ τοῦτο ὑπομενῶ 3:22 - - - 3:23 - - - 3:24 - - - 3:25 ἀγαθὸς κύριος τοῖς ὑπομένουσιν αὐτόν ψυχῇ ζητήσει αὐτὸν ἀγαθὸν 3:26 καὶ ὑπομενεῖ καὶ ἡσυχάσει εἰς τὸ σωτήριον κυρίου 3:27 ἀγαθὸν ἀνδρὶ ὅταν ἄρῃ ζυγὸν ἐν νεότητι αὐτοῦ 3:28 καθήσεται κατὰ μόνας καὶ σιωπήσεται ὅτι ἦρεν ἐφ' ἑαυτῷ 3:29 - - - 3:30 δώσει τῷ παίοντι αὐτὸν σιαγόνα χορτασθήσεται ὀνειδισμῶν 3:31 ὅτι οὐκ εἰς τὸν αἰῶνα ἀπώσεται κύριος 3:32 ὅτι ταπεινώσας οἰκτιρήσει κατὰ τὸ πλῆθος τοῦ ἐλέους αὐτοῦ 3:33 ὅτι οὐκ ἀπεκρίθη ἀπὸ καρδίας αὐτοῦ καὶ ἐταπείνωσεν υἱοὺς ἀνδρός 3:34 τοῦ ταπεινῶσαι ὑπὸ τοὺς πόδας αὐτοῦ πάντας δεσμίους γῆς 3:35 τοῦ ἐκκλῖναι κρίσιν ἀνδρὸς κατέναντι προσώπου ὑψίστου 3:36 καταδικάσαι ἄνθρωπον ἐν τῷ κρίνεσθαι αὐτὸν κύριος οὐκ εἶπεν 3:37 τίς οὕτως εἶπεν καὶ ἐγενήθη κύριος οὐκ ἐνετείλατο 3:38 ἐκ στόματος ὑψίστου οὐκ ἐξελεύσεται τὰ κακὰ καὶ τὸ ἀγαθόν 3:39 τί γογγύσει ἄνθρωπος ζῶν ἀνὴρ περὶ τῆς ἁμαρτίας αὐτοῦ 3:40 ἐξηρευνήθη ὁδὸς ἡμῶν καὶ ἠτάσθη καὶ ἐπιστρέψωμεν ἕως κυρίου 3:41 ἀναλάβωμεν καρδίας ἡμῶν ἐπὶ χειρῶν πρὸς ὑψηλὸν ἐν οὐρανῷ 3:42 ἡμαρτήσαμεν ἠσεβήσαμεν καὶ οὐχ ἱλάσθης 3:43 ἐπεσκέπασας ἐν θυμῷ καὶ ἀπεδίωξας ἡμᾶς ἀπέκτεινας οὐκ ἐφείσω 3:44 ἐπεσκέπασας νεφέλην σεαυτῷ εἵνεκεν προσευχῆς 3:45 καμμύσαι με καὶ ἀπωσθῆναι ἔθηκας ἡμᾶς ἐν μέσῳ τῶν λαῶν 3:46 διήνοιξαν ἐφ' ἡμᾶς τὸ στόμα αὐτῶν πάντες οἱ ἐχθροὶ ἡμῶν 3:47 φόβος καὶ θυμὸς ἐγενήθη ἡμῖν ἔπαρσις καὶ συντριβή 3:48 ἀφέσεις ὑδάτων κατάξει ὀφθαλμός μου ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ λαοῦ μου 3:49 ὀφθαλμός μου κατεπόθη καὶ οὐ σιγήσομαι τοῦ μὴ εἶναι ἔκνηψιν 3:50 ἕως οὗ διακύψῃ καὶ ἴδῃ κύριος ἐξ οὐρανοῦ 3:51 ὀφθαλμός μου ἐπιφυλλιεῖ ἐπὶ τὴν ψυχήν μου παρὰ πάσας θυγατέρας πόλεως 3:52 θηρεύοντες ἐθήρευσάν με ὡς στρουθίον οἱ ἐχθροί μου δωρεάν 3:53 ἐθανάτωσαν ἐν λάκκῳ ζωήν μου καὶ ἐπέθηκαν λίθον ἐπ' ἐμοί 3:54 ὑπερεχύθη ὕδωρ ἐπὶ κεφαλήν μου εἶπα ἀπῶσμαι 3:55 ἐπεκαλεσάμην τὸ ὄνομά σου κύριε ἐκ λάκκου κατωτάτου 3:56 φωνήν μου ἤκουσας μὴ κρύψῃς τὰ ὦτά σου εἰς τὴν δέησίν μου (3:57) εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν σε ἡμέρᾳ ἐπεκαλεσάμην εἶπάς μοι μὴ φοβοῦ 3:57 εἰς τὴν βοήθειάν μου ἤγγισας ἐν σε ἡμέρᾳ ἐπεκαλεσάμην εἶπάς μοι μὴ φοβοῦ 3:58 ἐδίκασας κύριε τὰς δίκας τῆς ψυχῆς μου ἐλυτρώσω τὴν ζωήν μου 3:59 εἶδες κύριε τὰς ταραχάς μου ἔκρινας τὴν κρίσιν μου 3:60 εἶδες πᾶσαν τὴν ἐκδίκησιν αὐτῶν εἰς πάντας διαλογισμοὺς αὐτῶν ἐν ἐμοί 3:61 ἤκουσας τὸν ὀνειδισμὸν αὐτῶν πάντας τοὺς διαλογισμοὺς αὐτῶν κατ' ἐμοῦ 3:62 χείλη ἐπανιστανομένων μοι καὶ μελέτας αὐτῶν κατ' ἐμοῦ ὅλην τὴν ἡμέραν 3:63 καθέδραν αὐτῶν καὶ ἀνάστασιν αὐτῶν ἐπίβλεψον ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῶν 3:64 ἀποδώσεις αὐτοῖς ἀνταπόδομα κύριε κατὰ τὰ ἔργα τῶν χειρῶν αὐτῶν 3:65 ἀποδώσεις αὐτοῖς ὑπερασπισμὸν καρδίας μόχθον σου αὐτοῖς 3:66 καταδιώξεις ἐν ὀργῇ καὶ ἐξαναλώσεις αὐτοὺς ὑποκάτω τοῦ οὐρανοῦ κύριε


Septuagint - Public Domain