Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Numbers 24

24:1 καὶ ἰδὼν βαλααμ ὅτι καλόν ἐστιν ἔναντι κυρίου εὐλογεῖν τὸν ισραηλ οὐκ ἐπορεύθη κατὰ τὸ εἰωθὸς εἰς συνάντησιν τοῖς οἰωνοῖς καὶ ἀπέστρεψεν τὸ πρόσωπον αὐτοῦ εἰς τὴν ἔρημον 24:2 καὶ ἐξάρας βαλααμ τοὺς ὀφθαλμοὺς αὐτοῦ καθορᾷ τὸν ισραηλ ἐστρατοπεδευκότα κατὰ φυλάς καὶ ἐγένετο πνεῦμα θεοῦ ἐν αὐτῷ 24:3 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν φησὶν βαλααμ υἱὸς βεωρ φησὶν ἄνθρωπος ἀληθινῶς ὁρῶν 24:4 φησὶν ἀκούων λόγια θεοῦ ὅστις ὅρασιν θεοῦ εἶδεν ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ 24:5 ὡς καλοί σου οἱ οἶκοι ιακωβ αἱ σκηναί σου ισραηλ 24:6 ὡσεὶ νάπαι σκιάζουσαι καὶ ὡσεὶ παράδεισοι ἐπὶ ποταμῶν καὶ ὡσεὶ σκηναί ἃς ἔπηξεν κύριος ὡσεὶ κέδροι παρ' ὕδατα 24:7 ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ καὶ κυριεύσει ἐθνῶν πολλῶν καὶ ὑψωθήσεται γωγ βασιλεία αὐτοῦ καὶ αὐξηθήσεται βασιλεία αὐτοῦ 24:8 θεὸς ὡδήγησεν αὐτὸν ἐξ αἰγύπτου ὡς δόξα μονοκέρωτος αὐτῷ ἔδεται ἔθνη ἐχθρῶν αὐτοῦ καὶ τὰ πάχη αὐτῶν ἐκμυελιεῖ καὶ ταῖς βολίσιν αὐτοῦ κατατοξεύσει ἐχθρόν 24:9 κατακλιθεὶς ἀνεπαύσατο ὡς λέων καὶ ὡς σκύμνος τίς ἀναστήσει αὐτόν οἱ εὐλογοῦντές σε εὐλόγηνται καὶ οἱ καταρώμενοί σε κεκατήρανται 24:10 καὶ ἐθυμώθη βαλακ ἐπὶ βαλααμ καὶ συνεκρότησεν ταῖς χερσὶν αὐτοῦ καὶ εἶπεν βαλακ πρὸς βαλααμ καταρᾶσθαι τὸν ἐχθρόν μου κέκληκά σε καὶ ἰδοὺ εὐλογῶν εὐλόγησας τρίτον τοῦτο 24:11 νῦν οὖν φεῦγε εἰς τὸν τόπον σου εἶπα τιμήσω σε καὶ νῦν ἐστέρησέν σε κύριος τῆς δόξης 24:12 καὶ εἶπεν βαλααμ πρὸς βαλακ οὐχὶ καὶ τοῖς ἀγγέλοις σου οὓς ἀπέστειλας πρός με ἐλάλησα λέγων 24:13 ἐάν μοι δῷ βαλακ πλήρη τὸν οἶκον αὐτοῦ ἀργυρίου καὶ χρυσίου οὐ δυνήσομαι παραβῆναι τὸ ῥῆμα κυρίου ποιῆσαι αὐτὸ πονηρὸν καλὸν παρ' ἐμαυτοῦ ὅσα ἐὰν εἴπῃ θεός ταῦτα ἐρῶ 24:14 καὶ νῦν ἰδοὺ ἀποτρέχω εἰς τὸν τόπον μου δεῦρο συμβουλεύσω σοι τί ποιήσει λαὸς οὗτος τὸν λαόν σου ἐπ' ἐσχάτου τῶν ἡμερῶν 24:15 καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν φησὶν βαλααμ υἱὸς βεωρ φησὶν ἄνθρωπος ἀληθινῶς ὁρῶν 24:16 ἀκούων λόγια θεοῦ ἐπιστάμενος ἐπιστήμην παρὰ ὑψίστου καὶ ὅρασιν θεοῦ ἰδὼν ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ 24:17 δείξω αὐτῷ καὶ οὐχὶ νῦν μακαρίζω καὶ οὐκ ἐγγίζει ἀνατελεῖ ἄστρον ἐξ ιακωβ καὶ ἀναστήσεται ἄνθρωπος ἐξ ισραηλ καὶ θραύσει τοὺς ἀρχηγοὺς μωαβ καὶ προνομεύσει πάντας υἱοὺς σηθ 24:18 καὶ ἔσται εδωμ κληρονομία καὶ ἔσται κληρονομία ησαυ ἐχθρὸς αὐτοῦ καὶ ισραηλ ἐποίησεν ἐν ἰσχύι 24:19 καὶ ἐξεγερθήσεται ἐξ ιακωβ καὶ ἀπολεῖ σῳζόμενον ἐκ πόλεως 24:20 καὶ ἰδὼν τὸν αμαληκ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἀρχὴ ἐθνῶν αμαληκ καὶ τὸ σπέρμα αὐτῶν ἀπολεῖται 24:21 καὶ ἰδὼν τὸν καιναῖον καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν ἰσχυρὰ κατοικία σου καὶ ἐὰν θῇς ἐν πέτρᾳ τὴν νοσσιάν σου 24:22 καὶ ἐὰν γένηται τῷ βεωρ νεοσσιὰ πανουργίας ἀσσύριοί σε αἰχμαλωτεύσουσιν 24:23 καὶ ἰδὼν τὸν ωγ καὶ ἀναλαβὼν τὴν παραβολὴν αὐτοῦ εἶπεν τίς ζήσεται ὅταν θῇ ταῦτα θεός 24:24 καὶ ἐξελεύσεται ἐκ χειρὸς κιτιαίων καὶ κακώσουσιν ασσουρ καὶ κακώσουσιν εβραίους καὶ αὐτοὶ ὁμοθυμαδὸν ἀπολοῦνται 24:25 καὶ ἀναστὰς βαλααμ ἀπῆλθεν ἀποστραφεὶς εἰς τὸν τόπον αὐτοῦ καὶ βαλακ ἀπῆλθεν πρὸς ἑαυτόν


Septuagint - Public Domain