Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Psalm 109

109:1 (108:1) εἰς τὸ τέλος τῷ δαυιδ ψαλμός θεός τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς 109:2 (108:2) ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ 109:3 (108:3) καὶ λόγοις μίσους ἐκύκλωσάν με καὶ ἐπολέμησάν με δωρεάν 109:4 (108:4) ἀντὶ τοῦ ἀγαπᾶν με ἐνδιέβαλλόν με ἐγὼ δὲ προσευχόμην 109:5 (108:5) καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου 109:6 (108:6) κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλόν καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ 109:7 (108:7) ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος καὶ προσευχὴ αὐτοῦ γενέσθω εἰς ἁμαρτίαν 109:8 (108:8) γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος 109:9 (108:9) γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ καὶ γυνὴ αὐτοῦ χήρα 109:10 (108:10) σαλευόμενοι μεταναστήτωσαν οἱ υἱοὶ αὐτοῦ καὶ ἐπαιτησάτωσαν ἐκβληθήτωσαν ἐκ τῶν οἰκοπέδων αὐτῶν 109:11 (108:11) ἐξερευνησάτω δανειστὴς πάντα ὅσα ὑπάρχει αὐτῷ διαρπασάτωσαν ἀλλότριοι τοὺς πόνους αὐτοῦ 109:12 (108:12) μὴ ὑπαρξάτω αὐτῷ ἀντιλήμπτωρ μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ 109:13 (108:13) γενηθήτω τὰ τέκνα αὐτοῦ εἰς ἐξολέθρευσιν ἐν γενεᾷ μιᾷ ἐξαλειφθήτω τὸ ὄνομα αὐτοῦ 109:14 (108:14) ἀναμνησθείη ἀνομία τῶν πατέρων αὐτοῦ ἔναντι κυρίου καὶ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη 109:15 (108:15) γενηθήτωσαν ἔναντι κυρίου διὰ παντός καὶ ἐξολεθρευθείη ἐκ γῆς τὸ μνημόσυνον αὐτῶν 109:16 (108:16) ἀνθ' ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι 109:17 (108:17) καὶ ἠγάπησεν κατάραν καὶ ἥξει αὐτῷ καὶ οὐκ ἠθέλησεν εὐλογίαν καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ 109:18 (108:18) καὶ ἐνεδύσατο κατάραν ὡς ἱμάτιον καὶ εἰσῆλθεν ὡς ὕδωρ εἰς τὰ ἔγκατα αὐτοῦ καὶ ὡσεὶ ἔλαιον ἐν τοῖς ὀστέοις αὐτοῦ 109:19 (108:19) γενηθήτω αὐτῷ ὡς ἱμάτιον περιβάλλεται καὶ ὡσεὶ ζώνη ἣν διὰ παντὸς περιζώννυται 109:20 (108:20) τοῦτο τὸ ἔργον τῶν ἐνδιαβαλλόντων με παρὰ κυρίου καὶ τῶν λαλούντων πονηρὰ κατὰ τῆς ψυχῆς μου 109:21 (108:21) καὶ σύ κύριε κύριε ποίησον μετ' ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνόματός σου ὅτι χρηστὸν τὸ ἔλεός σου 109:22 (108:22) ῥῦσαί με ὅτι πτωχὸς καὶ πένης ἐγώ εἰμι καὶ καρδία μου τετάρακται ἐντός μου 109:23 (108:23) ὡσεὶ σκιὰ ἐν τῷ ἐκκλῖναι αὐτὴν ἀντανῃρέθην ἐξετινάχθην ὡσεὶ ἀκρίδες 109:24 (108:24) τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας καὶ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον 109:25 (108:25) καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς εἴδοσάν με ἐσάλευσαν κεφαλὰς αὐτῶν 109:26 (108:26) βοήθησόν μοι κύριε θεός μου σῶσόν με κατὰ τὸ ἔλεός σου 109:27 (108:27) καὶ γνώτωσαν ὅτι χείρ σου αὕτη καὶ σύ κύριε ἐποίησας αὐτήν 109:28 (108:28) καταράσονται αὐτοί καὶ σὺ εὐλογήσεις οἱ ἐπανιστανόμενοί μοι αἰσχυνθήτωσαν δὲ δοῦλός σου εὐφρανθήσεται 109:29 (108:29) ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν καὶ περιβαλέσθωσαν ὡσεὶ διπλοΐδα αἰσχύνην αὐτῶν 109:30 (108:30) ἐξομολογήσομαι τῷ κυρίῳ σφόδρα ἐν τῷ στόματί μου καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν 109:31 (108:31) ὅτι παρέστη ἐκ δεξιῶν πένητος τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου


Septuagint - Public Domain