Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Psalm 116

116:1 (114:1) αλληλουια ἠγάπησα ὅτι εἰσακούσεται κύριος τῆς φωνῆς τῆς δεήσεώς μου 116:2 (114:2) ὅτι ἔκλινεν τὸ οὖς αὐτοῦ ἐμοί καὶ ἐν ταῖς ἡμέραις μου ἐπικαλέσομαι 116:3 (114:3) περιέσχον με ὠδῖνες θανάτου κίνδυνοι ᾅδου εὕροσάν με θλῖψιν καὶ ὀδύνην εὗρον 116:4 (114:4) καὶ τὸ ὄνομα κυρίου ἐπεκαλεσάμην κύριε ῥῦσαι τὴν ψυχήν μου 116:5 (114:5) ἐλεήμων κύριος καὶ δίκαιος καὶ θεὸς ἡμῶν ἐλεᾷ 116:6 (114:6) φυλάσσων τὰ νήπια κύριος ἐταπεινώθην καὶ ἔσωσέν με 116:7 (114:7) ἐπίστρεψον ψυχή μου εἰς τὴν ἀνάπαυσίν σου ὅτι κύριος εὐηργέτησέν σε 116:8 (114:8) ὅτι ἐξείλατο τὴν ψυχήν μου ἐκ θανάτου τοὺς ὀφθαλμούς μου ἀπὸ δακρύων καὶ τοὺς πόδας μου ἀπὸ ὀλισθήματος 116:9 (114:9) εὐαρεστήσω ἐναντίον κυρίου ἐν χώρᾳ ζώντων 116:10 (115:1) αλληλουια ἐπίστευσα διὸ ἐλάλησα ἐγὼ δὲ ἐταπεινώθην σφόδρα 116:11 (115:2) ἐγὼ εἶπα ἐν τῇ ἐκστάσει μου πᾶς ἄνθρωπος ψεύστης 116:12 (115:3) τί ἀνταποδώσω τῷ κυρίῳ περὶ πάντων ὧν ἀνταπέδωκέν μοι 116:13 (115:4) ποτήριον σωτηρίου λήμψομαι καὶ τὸ ὄνομα κυρίου ἐπικαλέσομαι 116:14 - - - 116:15 (115:6) τίμιος ἐναντίον κυρίου θάνατος τῶν ὁσίων αὐτοῦ 116:16 (115:7) κύριε ἐγὼ δοῦλος σός ἐγὼ δοῦλος σὸς καὶ υἱὸς τῆς παιδίσκης σου διέρρηξας τοὺς δεσμούς μου 116:17 (115:8) σοὶ θύσω θυσίαν αἰνέσεως 116:18 (115:9) τὰς εὐχάς μου τῷ κυρίῳ ἀποδώσω ἐναντίον παντὸς τοῦ λαοῦ αὐτοῦ 116:19 (115:10) ἐν αὐλαῖς οἴκου κυρίου ἐν μέσῳ σου ιερουσαλημ (116:1) αλληλουια αἰνεῖτε τὸν κύριον πάντα τὰ ἔθνη ἐπαινέσατε αὐτόν πάντες οἱ λαοί


Septuagint - Public Domain