Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Psalm 62

62:1 (61:1) εἰς τὸ τέλος ὑπὲρ ιδιθουν ψαλμὸς τῷ δαυιδ (61:2) οὐχὶ τῷ θεῷ ὑποταγήσεται ψυχή μου παρ' αὐτοῦ γὰρ τὸ σωτήριόν μου 62:2 (61:3) καὶ γὰρ αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ σαλευθῶ ἐπὶ πλεῖον 62:3 (61:4) ἕως πότε ἐπιτίθεσθε ἐπ' ἄνθρωπον φονεύετε πάντες ὡς τοίχῳ κεκλιμένῳ καὶ φραγμῷ ὠσμένῳ 62:4 (61:5) πλὴν τὴν τιμήν μου ἐβουλεύσαντο ἀπώσασθαι ἔδραμον ἐν ψεύδει τῷ στόματι αὐτῶν εὐλογοῦσαν καὶ τῇ καρδίᾳ αὐτῶν κατηρῶντο διάψαλμα 62:5 (61:6) πλὴν τῷ θεῷ ὑποτάγηθι ψυχή μου ὅτι παρ' αὐτοῦ ὑπομονή μου 62:6 (61:7) ὅτι αὐτὸς θεός μου καὶ σωτήρ μου ἀντιλήμπτωρ μου οὐ μὴ μεταναστεύσω 62:7 (61:8) ἐπὶ τῷ θεῷ τὸ σωτήριόν μου καὶ δόξα μου θεὸς τῆς βοηθείας μου καὶ ἐλπίς μου ἐπὶ τῷ θεῷ 62:8 (61:9) ἐλπίσατε ἐπ' αὐτόν πᾶσα συναγωγὴ λαοῦ ἐκχέετε ἐνώπιον αὐτοῦ τὰς καρδίας ὑμῶν θεὸς βοηθὸς ἡμῶν διάψαλμα 62:9 (61:10) πλὴν μάταιοι οἱ υἱοὶ τῶν ἀνθρώπων ψευδεῖς οἱ υἱοὶ τῶν ἀνθρώπων ἐν ζυγοῖς τοῦ ἀδικῆσαι αὐτοὶ ἐκ ματαιότητος ἐπὶ τὸ αὐτό 62:10 (61:11) μὴ ἐλπίζετε ἐπὶ ἀδικίαν καὶ ἐπὶ ἅρπαγμα μὴ ἐπιποθεῖτε πλοῦτος ἐὰν ῥέῃ μὴ προστίθεσθε καρδίαν 62:11 (61:12) ἅπαξ ἐλάλησεν θεός δύο ταῦτα ἤκουσα 62:12 (61:13) ὅτι τὸ κράτος τοῦ θεοῦ καὶ σοί κύριε τὸ ἔλεος ὅτι σὺ ἀποδώσεις ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ


Septuagint - Public Domain