Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Psalm 73

73:1 (72:1) ψαλμὸς τῷ ασαφ ὡς ἀγαθὸς τῷ ισραηλ θεός τοῖς εὐθέσι τῇ καρδίᾳ 73:2 (72:2) ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες παρ' ὀλίγον ἐξεχύθη τὰ διαβήματά μου 73:3 (72:3) ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις εἰρήνην ἁμαρτωλῶν θεωρῶν 73:4 (72:4) ὅτι οὐκ ἔστιν ἀνάνευσις τῷ θανάτῳ αὐτῶν καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν 73:5 (72:5) ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶν καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται 73:6 (72:6) διὰ τοῦτο ἐκράτησεν αὐτοὺς ὑπερηφανία περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν αὐτῶν 73:7 (72:7) ἐξελεύσεται ὡς ἐκ στέατος ἀδικία αὐτῶν διήλθοσαν εἰς διάθεσιν καρδίας 73:8 (72:8) διενοήθησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν 73:9 (72:9) ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν καὶ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς 73:10 (72:10) διὰ τοῦτο ἐπιστρέψει λαός μου ἐνταῦθα καὶ ἡμέραι πλήρεις εὑρεθήσονται αὐτοῖς 73:11 (72:11) καὶ εἶπαν πῶς ἔγνω θεός καὶ εἰ ἔστιν γνῶσις ἐν τῷ ὑψίστῳ 73:12 (72:12) ἰδοὺ οὗτοι ἁμαρτωλοὶ καὶ εὐθηνοῦνται εἰς τὸν αἰῶνα κατέσχον πλούτου 73:13 (72:13) καὶ εἶπα ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου καὶ ἐνιψάμην ἐν ἀθῴοις τὰς χεῖράς μου 73:14 (72:14) καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν καὶ ἔλεγχός μου εἰς τὰς πρωίας 73:15 (72:15) εἰ ἔλεγον διηγήσομαι οὕτως ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκα 73:16 (72:16) καὶ ὑπέλαβον τοῦ γνῶναι τοῦτο κόπος ἐστὶν ἐναντίον μου 73:17 (72:17) ἕως εἰσέλθω εἰς τὸ ἁγιαστήριον τοῦ θεοῦ καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν 73:18 (72:18) πλὴν διὰ τὰς δολιότητας ἔθου αὐτοῖς κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι 73:19 (72:19) πῶς ἐγένοντο εἰς ἐρήμωσιν ἐξάπινα ἐξέλιπον ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν 73:20 (72:20) ὡσεὶ ἐνύπνιον ἐξεγειρομένου κύριε ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις 73:21 (72:21) ὅτι ἐξεκαύθη καρδία μου καὶ οἱ νεφροί μου ἠλλοιώθησαν 73:22 (72:22) καὶ ἐγὼ ἐξουδενωμένος καὶ οὐκ ἔγνων κτηνώδης ἐγενόμην παρὰ σοί 73:23 (72:23) καὶ ἐγὼ διὰ παντὸς μετὰ σοῦ ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου 73:24 (72:24) ἐν τῇ βουλῇ σου ὡδήγησάς με καὶ μετὰ δόξης προσελάβου με 73:25 (72:25) τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς 73:26 (72:26) ἐξέλιπεν καρδία μου καὶ σάρξ μου θεὸς τῆς καρδίας μου καὶ μερίς μου θεὸς εἰς τὸν αἰῶνα 73:27 (72:27) ὅτι ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ ἀπολοῦνται ἐξωλέθρευσας πάντα τὸν πορνεύοντα ἀπὸ σοῦ 73:28 (72:28) ἐμοὶ δὲ τὸ προσκολλᾶσθαι τῷ θεῷ ἀγαθόν ἐστιν τίθεσθαι ἐν τῷ κυρίῳ τὴν ἐλπίδα μου τοῦ ἐξαγγεῖλαι πάσας τὰς αἰνέσεις σου ἐν ταῖς πύλαις τῆς θυγατρὸς σιων


Septuagint - Public Domain