Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Psalm 77

77:1 (76:1) εἰς τὸ τέλος ὑπὲρ ιδιθουν τῷ ασαφ ψαλμός (76:2) φωνῇ μου πρὸς κύριον ἐκέκραξα φωνῇ μου πρὸς τὸν θεόν καὶ προσέσχεν μοι 77:2 (76:3) ἐν ἡμέρᾳ θλίψεώς μου τὸν θεὸν ἐξεζήτησα ταῖς χερσίν μου νυκτὸς ἐναντίον αὐτοῦ καὶ οὐκ ἠπατήθην ἀπηνήνατο παρακληθῆναι ψυχή μου 77:3 (76:4) ἐμνήσθην τοῦ θεοῦ καὶ εὐφράνθην ἠδολέσχησα καὶ ὠλιγοψύχησεν τὸ πνεῦμά μου διάψαλμα 77:4 (76:5) προκατελάβοντο φυλακὰς οἱ ὀφθαλμοί μου ἐταράχθην καὶ οὐκ ἐλάλησα 77:5 (76:6) διελογισάμην ἡμέρας ἀρχαίας καὶ ἔτη αἰώνια ἐμνήσθην καὶ ἐμελέτησα 77:6 (76:7) νυκτὸς μετὰ τῆς καρδίας μου ἠδολέσχουν καὶ ἔσκαλλεν τὸ πνεῦμά μου 77:7 (76:8) μὴ εἰς τοὺς αἰῶνας ἀπώσεται κύριος καὶ οὐ προσθήσει τοῦ εὐδοκῆσαι ἔτι 77:8 (76:9) εἰς τέλος τὸ ἔλεος αὐτοῦ ἀποκόψει ἀπὸ γενεᾶς εἰς γενεάν 77:9 (76:10) ἐπιλήσεται τοῦ οἰκτιρῆσαι θεὸς συνέξει ἐν τῇ ὀργῇ αὐτοῦ τοὺς οἰκτιρμοὺς αὐτοῦ διάψαλμα 77:10 (76:11) καὶ εἶπα νῦν ἠρξάμην αὕτη ἀλλοίωσις τῆς δεξιᾶς τοῦ ὑψίστου 77:11 (76:12) ἐμνήσθην τῶν ἔργων κυρίου ὅτι μνησθήσομαι ἀπὸ τῆς ἀρχῆς τῶν θαυμασίων σου 77:12 (76:13) καὶ μελετήσω ἐν πᾶσιν τοῖς ἔργοις σου καὶ ἐν τοῖς ἐπιτηδεύμασίν σου ἀδολεσχήσω 77:13 (76:14) θεός ἐν τῷ ἁγίῳ ὁδός σου τίς θεὸς μέγας ὡς θεὸς ἡμῶν 77:14 (76:15) σὺ εἶ θεὸς ποιῶν θαυμάσια ἐγνώρισας ἐν τοῖς λαοῖς τὴν δύναμίν σου 77:15 (76:16) ἐλυτρώσω ἐν τῷ βραχίονί σου τὸν λαόν σου τοὺς υἱοὺς ιακωβ καὶ ιωσηφ διάψαλμα 77:16 (76:17) εἴδοσάν σε ὕδατα θεός εἴδοσάν σε ὕδατα καὶ ἐφοβήθησαν καὶ ἐταράχθησαν ἄβυσσοι πλῆθος ἤχους ὑδάτων 77:17 (76:18) φωνὴν ἔδωκαν αἱ νεφέλαι καὶ γὰρ τὰ βέλη σου διαπορεύονται 77:18 (76:19) φωνὴ τῆς βροντῆς σου ἐν τῷ τροχῷ ἔφαναν αἱ ἀστραπαί σου τῇ οἰκουμένῃ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη γῆ 77:19 (76:20) ἐν τῇ θαλάσσῃ ὁδός σου καὶ αἱ τρίβοι σου ἐν ὕδασι πολλοῖς καὶ τὰ ἴχνη σου οὐ γνωσθήσονται 77:20 (76:21) ὡδήγησας ὡς πρόβατα τὸν λαόν σου ἐν χειρὶ μωυσῆ καὶ ααρων


Septuagint - Public Domain