Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Psalm 84

84:1 (83:1) εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τοῖς υἱοῖς κορε ψαλμός (83:2) ὡς ἀγαπητὰ τὰ σκηνώματά σου κύριε τῶν δυνάμεων 84:2 (83:3) ἐπιποθεῖ καὶ ἐκλείπει ψυχή μου εἰς τὰς αὐλὰς τοῦ κυρίου καρδία μου καὶ σάρξ μου ἠγαλλιάσαντο ἐπὶ θεὸν ζῶντα 84:3 (83:4) καὶ γὰρ στρουθίον εὗρεν ἑαυτῷ οἰκίαν καὶ τρυγὼν νοσσιὰν ἑαυτῇ οὗ θήσει τὰ νοσσία αὐτῆς τὰ θυσιαστήριά σου κύριε τῶν δυνάμεων βασιλεύς μου καὶ θεός μου 84:4 (83:5) μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου εἰς τοὺς αἰῶνας τῶν αἰώνων αἰνέσουσίν σε διάψαλμα 84:5 (83:6) μακάριος ἀνήρ οὗ ἐστιν ἀντίλημψις αὐτοῦ παρὰ σοῦ κύριε ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο 84:6 (83:7) ἐν τῇ κοιλάδι τοῦ κλαυθμῶνος εἰς τόπον ὃν ἔθετο καὶ γὰρ εὐλογίας δώσει νομοθετῶν 84:7 (83:8) πορεύσονται ἐκ δυνάμεως εἰς δύναμιν ὀφθήσεται θεὸς τῶν θεῶν ἐν σιων 84:8 (83:9) κύριε θεὸς τῶν δυνάμεων εἰσάκουσον τῆς προσευχῆς μου ἐνώτισαι θεὸς ιακωβ διάψαλμα 84:9 (83:10) ὑπερασπιστὰ ἡμῶν ἰδέ θεός καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ χριστοῦ σου 84:10 (83:11) ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας ἐξελεξάμην παραρριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ θεοῦ μᾶλλον οἰκεῖν ἐν σκηνώμασιν ἁμαρτωλῶν 84:11 (83:12) ὅτι ἔλεον καὶ ἀλήθειαν ἀγαπᾷ κύριος θεός χάριν καὶ δόξαν δώσει κύριος οὐ στερήσει τὰ ἀγαθὰ τοὺς πορευομένους ἐν ἀκακίᾳ 84:12 (83:13) κύριε τῶν δυνάμεων μακάριος ἄνθρωπος ἐλπίζων ἐπὶ σέ


Septuagint - Public Domain