Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Psalm 85

85:1 (84:1) εἰς τὸ τέλος τοῖς υἱοῖς κορε ψαλμός (84:2) εὐδόκησας κύριε τὴν γῆν σου ἀπέστρεψας τὴν αἰχμαλωσίαν ιακωβ 85:2 (84:3) ἀφῆκας τὰς ἀνομίας τῷ λαῷ σου ἐκάλυψας πάσας τὰς ἁμαρτίας αὐτῶν διάψαλμα 85:3 (84:4) κατέπαυσας πᾶσαν τὴν ὀργήν σου ἀπέστρεψας ἀπὸ ὀργῆς θυμοῦ σου 85:4 (84:5) ἐπίστρεψον ἡμᾶς θεὸς τῶν σωτηρίων ἡμῶν καὶ ἀπόστρεψον τὸν θυμόν σου ἀφ' ἡμῶν 85:5 (84:6) μὴ εἰς τὸν αἰῶνα ὀργισθήσῃ ἡμῖν διατενεῖς τὴν ὀργήν σου ἀπὸ γενεᾶς εἰς γενεάν 85:6 (84:7) θεός σὺ ἐπιστρέψας ζωώσεις ἡμᾶς καὶ λαός σου εὐφρανθήσεται ἐπὶ σοί 85:7 (84:8) δεῖξον ἡμῖν κύριε τὸ ἔλεός σου καὶ τὸ σωτήριόν σου δῴης ἡμῖν 85:8 (84:9) ἀκούσομαι τί λαλήσει ἐν ἐμοὶ κύριος θεός ὅτι λαλήσει εἰρήνην ἐπὶ τὸν λαὸν αὐτοῦ καὶ ἐπὶ τοὺς ὁσίους αὐτοῦ καὶ ἐπὶ τοὺς ἐπιστρέφοντας πρὸς αὐτὸν καρδίαν 85:9 (84:10) πλὴν ἐγγὺς τῶν φοβουμένων αὐτὸν τὸ σωτήριον αὐτοῦ τοῦ κατασκηνῶσαι δόξαν ἐν τῇ γῇ ἡμῶν 85:10 (84:11) ἔλεος καὶ ἀλήθεια συνήντησαν δικαιοσύνη καὶ εἰρήνη κατεφίλησαν 85:11 (84:12) ἀλήθεια ἐκ τῆς γῆς ἀνέτειλεν καὶ δικαιοσύνη ἐκ τοῦ οὐρανοῦ διέκυψεν 85:12 (84:13) καὶ γὰρ κύριος δώσει χρηστότητα καὶ γῆ ἡμῶν δώσει τὸν καρπὸν αὐτῆς 85:13 (84:14) δικαιοσύνη ἐναντίον αὐτοῦ προπορεύσεται καὶ θήσει εἰς ὁδὸν τὰ διαβήματα αὐτοῦ


Septuagint - Public Domain