Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

1 Samuel 19

19:1 καὶ ἐλάλησεν σαουλ πρὸς ιωναθαν τὸν υἱὸν αὐτοῦ καὶ πρὸς πάντας τοὺς παῖδας αὐτοῦ θανατῶσαι τὸν δαυιδ καὶ ιωναθαν υἱὸς σαουλ ᾑρεῖτο τὸν δαυιδ σφόδρα 19:2 καὶ ἀπήγγειλεν ιωναθαν τῷ δαυιδ λέγων σαουλ ζητεῖ θανατῶσαί σε φύλαξαι οὖν αὔριον πρωὶ καὶ κρύβηθι καὶ κάθισον κρυβῇ 19:3 καὶ ἐγὼ ἐξελεύσομαι καὶ στήσομαι ἐχόμενος τοῦ πατρός μου ἐν ἀγρῷ οὗ ἐὰν ᾖς ἐκεῖ καὶ ἐγὼ λαλήσω περὶ σοῦ πρὸς τὸν πατέρα μου καὶ ὄψομαι τι ἐὰν καὶ ἀπαγγελῶ σοι 19:4 καὶ ἐλάλησεν ιωναθαν περὶ δαυιδ ἀγαθὰ πρὸς σαουλ τὸν πατέρα αὐτοῦ καὶ εἶπεν πρὸς αὐτόν μὴ ἁμαρτησάτω βασιλεὺς εἰς τὸν δοῦλόν σου δαυιδ ὅτι οὐχ ἡμάρτηκεν εἰς σέ καὶ τὰ ποιήματα αὐτοῦ ἀγαθὰ σφόδρα 19:5 καὶ ἔθετο τὴν ψυχὴν αὐτοῦ ἐν τῇ χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τὸν ἀλλόφυλον καὶ ἐποίησεν κύριος σωτηρίαν μεγάλην καὶ πᾶς ισραηλ εἶδον καὶ ἐχάρησαν καὶ ἵνα τί ἁμαρτάνεις εἰς αἷμα ἀθῷον θανατῶσαι τὸν δαυιδ δωρεάν 19:6 καὶ ἤκουσεν σαουλ τῆς φωνῆς ιωναθαν καὶ ὤμοσεν σαουλ λέγων ζῇ κύριος εἰ ἀποθανεῖται 19:7 καὶ ἐκάλεσεν ιωναθαν τὸν δαυιδ καὶ ἀπήγγειλεν αὐτῷ πάντα τὰ ῥήματα ταῦτα καὶ εἰσήγαγεν ιωναθαν τὸν δαυιδ πρὸς σαουλ καὶ ἦν ἐνώπιον αὐτοῦ ὡσεὶ ἐχθὲς καὶ τρίτην ἡμέραν 19:8 καὶ προσέθετο πόλεμος γενέσθαι πρὸς σαουλ καὶ κατίσχυσεν δαυιδ καὶ ἐπολέμησεν τοὺς ἀλλοφύλους καὶ ἐπάταξεν ἐν αὐτοῖς πληγὴν μεγάλην σφόδρα καὶ ἔφυγον ἐκ προσώπου αὐτοῦ 19:9 καὶ ἐγένετο πνεῦμα θεοῦ πονηρὸν ἐπὶ σαουλ καὶ αὐτὸς ἐν οἴκῳ καθεύδων καὶ δόρυ ἐν τῇ χειρὶ αὐτοῦ καὶ δαυιδ ἔψαλλεν ἐν ταῖς χερσὶν αὐτοῦ 19:10 καὶ ἐζήτει σαουλ πατάξαι τὸ δόρυ εἰς δαυιδ καὶ ἀπέστη δαυιδ ἐκ προσώπου σαουλ καὶ ἐπάταξεν τὸ δόρυ εἰς τὸν τοῖχον καὶ δαυιδ ἀνεχώρησεν καὶ διεσώθη (19:11) καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλεν σαουλ ἀγγέλους εἰς οἶκον δαυιδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωί καὶ ἀπήγγειλεν τῷ δαυιδ μελχολ γυνὴ αὐτοῦ λέγουσα ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην αὔριον θανατωθήσῃ 19:11 καὶ ἐγενήθη ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ ἀπέστειλεν σαουλ ἀγγέλους εἰς οἶκον δαυιδ φυλάξαι αὐτὸν τοῦ θανατῶσαι αὐτὸν πρωί καὶ ἀπήγγειλεν τῷ δαυιδ μελχολ γυνὴ αὐτοῦ λέγουσα ἐὰν μὴ σὺ σώσῃς τὴν ψυχὴν σαυτοῦ τὴν νύκτα ταύτην αὔριον θανατωθήσῃ 19:12 - - - 19:13 - - - 19:14 - - - 19:15 - - - 19:16 - - - 19:17 - - - 19:18 - - - 19:19 - - - 19:20 - - - 19:21 - - - 19:22 - - - 19:23 - - - 19:24 - - -


Septuagint - Public Domain