Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

If you haven't registered with Scholars' Gateway yet: Register Here

Scholars Gateway


Recently visited

Song of Songs 6

6:1 ποῦ ἀπῆλθεν ἀδελφιδός σου καλὴ ἐν γυναιξίν ποῦ ἀπέβλεψεν ἀδελφιδός σου καὶ ζητήσομεν αὐτὸν μετὰ σοῦ 6:2 ἀδελφιδός μου κατέβη εἰς κῆπον αὐτοῦ εἰς φιάλας τοῦ ἀρώματος ποιμαίνειν ἐν κήποις καὶ συλλέγειν κρίνα 6:3 ἐγὼ τῷ ἀδελφιδῷ μου καὶ ἀδελφιδός μου ἐμοὶ ποιμαίνων ἐν τοῖς κρίνοις 6:4 καλὴ εἶ πλησίον μου ὡς εὐδοκία ὡραία ὡς ιερουσαλημ θάμβος ὡς τεταγμέναι 6:5 ἀπόστρεψον ὀφθαλμούς σου ἀπεναντίον μου ὅτι αὐτοὶ ἀνεπτέρωσάν με τρίχωμά σου ὡς ἀγέλαι τῶν αἰγῶν αἳ ἀνεφάνησαν ἀπὸ τοῦ γαλααδ 6:6 ὀδόντες σου ὡς ἀγέλαι τῶν κεκαρμένων αἳ ἀνέβησαν ἀπὸ τοῦ λουτροῦ αἱ πᾶσαι διδυμεύουσαι καὶ ἀτεκνοῦσα οὐκ ἔστιν ἐν αὐταῖς 6:7 ὡς σπαρτίον τὸ κόκκινον χείλη σου καὶ λαλιά σου ὡραία ὡς λέπυρον τῆς ῥόας μῆλόν σου ἐκτὸς τῆς σιωπήσεώς σου 6:8 ἑξήκοντά εἰσιν βασίλισσαι καὶ ὀγδοήκοντα παλλακαί καὶ νεάνιδες ὧν οὐκ ἔστιν ἀριθμός 6:9 μία ἐστὶν περιστερά μου τελεία μου μία ἐστὶν τῇ μητρὶ αὐτῆς ἐκλεκτή ἐστιν τῇ τεκούσῃ αὐτῆς εἴδοσαν αὐτὴν θυγατέρες καὶ μακαριοῦσιν αὐτήν βασίλισσαι καὶ παλλακαὶ καὶ αἰνέσουσιν αὐτήν 6:10 τίς αὕτη ἐκκύπτουσα ὡσεὶ ὄρθρος καλὴ ὡς σελήνη ἐκλεκτὴ ὡς ἥλιος θάμβος ὡς τεταγμέναι 6:11 εἰς κῆπον καρύας κατέβην ἰδεῖν ἐν γενήμασιν τοῦ χειμάρρου ἰδεῖν εἰ ἤνθησεν ἄμπελος ἐξήνθησαν αἱ ῥόαι ἐκεῖ δώσω τοὺς μαστούς μου σοί 6:12 οὐκ ἔγνω ψυχή μου ἔθετό με ἅρματα αμιναδαβ 6:13 (7:1) ἐπίστρεφε ἐπίστρεφε σουλαμῖτις ἐπίστρεφε ἐπίστρεφε καὶ ὀψόμεθα ἐν σοί τί ὄψεσθε ἐν τῇ σουλαμίτιδι ἐρχομένη ὡς χοροὶ τῶν παρεμβολῶν


Septuagint - Public Domain