Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

1 Corinthians 7

7:1 Περὶ δὲ ὧν ἐγράψατε, καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· 7:2 διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. 7:3 τῇ γυναικὶ ἀνὴρ τὴν ὀφειλὴν ἀποδιδότω, ὁμοίως δὲ καὶ γυνὴ τῷ ἀνδρί. 7:4 γυνὴ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ ἀνήρ, ὁμοίως δὲ καὶ ἀνὴρ τοῦ ἰδίου σώματος οὐκ ἐξουσιάζει ἀλλὰ γυνή. 7:5 μὴ ἀποστερεῖτε ἀλλήλους, εἰ μήτι [ἂν] ἐκ συμφώνου πρὸς καιρόν, ἵνα σχολάσητε τῇ προσευχῇ καὶ πάλιν ἐπὶ τὸ αὐτὸ ἦτε, ἵνα μὴ πειράζῃ ὑμᾶς σατανᾶς διὰ τὴν ἀκρασίαν [ὑμῶν]. 7:6 τοῦτο δὲ λέγω κατὰ συγγνώμην οὐ κατ' ἐπιταγήν. 7:7 θέλω δὲ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν· ἀλλὰ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, μὲν οὕτως, δὲ οὕτως. 7:8 Λέγω δὲ τοῖς ἀγάμοις καὶ ταῖς χήραις καλὸν αὐτοῖς ἐὰν μείνωσιν ὡς καγώ· 7:9 εἰ δὲ οὐκ ἐγκρατεύονται γαμησάτωσαν, κρεῖττον γάρ ἐστιν γαμεῖν πυροῦσθαι. 7:10 Τοῖς δὲ γεγαμηκόσιν παραγγέλλω, οὐκ ἐγὼ ἀλλὰ κύριος, γυναῖκα ἀπὸ ἀνδρὸς μὴ χωρισθῆναι, 7:11 ἐὰν δὲ καὶ χωρισθῇ, μενέτω ἄγαμος τῷ ἀνδρὶ καταλλαγήτω, καὶ ἄνδρα γυναῖκα μὴ ἀφιέναι. 7:12 Τοῖς δὲ λοιποῖς λέγω ἐγὼ οὐχ κύριος· εἴ τις ἀδελφὸς γυναῖκα ἔχει ἄπιστον καὶ αὕτη συνευδοκεῖ οἰκεῖν μετ' αὐτοῦ, μὴ ἀφιέτω αὐτήν· 7:13 καὶ γυνὴ ἥτις ἔχει ἄνδρα ἄπιστον καὶ οὗτος συνευδοκεῖ οἰκεῖν μετ' αὐτῆς, μὴ ἀφιέτω τὸν ἄνδρα. 7:14 ἡγίασται γὰρ ἀνὴρ ἄπιστος ἐν τῇ γυναικὶ καὶ ἡγίασται γυνὴ ἄπιστος ἐν τῷ ἀδελφῷ· ἐπεὶ ἄρα τὰ τέκνα ὑμῶν ἀκάθαρτα ἐστιν, νῦν δὲ ἅγια ἐστιν. 7:15 εἰ δὲ ἄπιστος χωρίζεται, χωριζέσθω· οὐ δεδούλωται ἀδελφὸς ἀδελφὴ ἐν τοῖς τοιούτοις· ἐν δὲ εἰρήνῃ κέκληκεν ὑμᾶς θεός. 7:16 τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; τί οἶδας ἄνερ, εἰ τὴν γυναῖκα σώσεις;. 7:17 Εἰ μὴ ἑκάστω ὡς μεμέρικεν κύριος, ἕκαστον ὡς κέκληκεν θεὸς, οὕτως περιπατείτω, καὶ οὕτως ἐν ταῖς ἐκκλησίαις πάσαις διατάσσομαι. 7:18 περιτετμημένος τις ἐκλήθη μὴ ἐπισπάσθω· ἐν ἀκροβυστίᾳ κέκληται τις μὴ περιτεμνέσθω. 7:19 περιτομὴ οὐδέν ἐστιν καὶ ἀκροβυστία οὐδέν ἐστιν, ἀλλὰ τήρησις ἐντολῶν θεοῦ. 7:20 ἕκαστος ἐν τῇ κλήσει ἐκλήθη ἐν ταύτῃ μενέτω. 7:21 δοῦλος ἐκλήθης, μή σοι μελέτω· ἀλλ' εἰ καὶ δύνασαι ἐλεύθερος γενέσθαι μᾶλλον χρῆσαι. 7:22 γὰρ ἐν κύριῳ κληθεὶς δοῦλος ἀπελεύθερος κυρίου ἐστίν. ὁμοίως ἐλεύθερος κληθεὶς δοῦλος ἐστιν Χριστοῦ. 7:23 τιμῆς ἠγοράσθητε· μὴ γίνεσθε δοῦλοι ἀνθρώπων. 7:24 ἕκαστος ἐν ἐκλήθη, ἀδελφοί, ἐν τούτῳ μενέτω παρὰ θεῷ. 7:25 Περὶ δὲ τῶν παρθένων ἐπιταγὴν κυρίου οὐκ ἔχω, γνώμην δὲ δίδωμι ὡς ἠλεημενος ὑπὸ κυρίου πιστὸς εἶναι. 7:26 Νομίζω οὖν τοῦτο καλὸν ὑπάρχειν διὰ τὴν ἐνεστῶσαν ἀνάγκην, ὅτι καλὸν ἀνθρώπῳ τὸ οὕτως εἶναι. 7:27 δέδεσαι γυναικί, μὴ ζήτει λύσιν· λέλυσαι ἀπὸ γυναικός, μὴ ζήτει γυναῖκα. 7:28 ἐὰν δὲ καὶ γαμήσῃς, οὐχ ἥμαρτες καὶ ἐὰν γήμῃ [ἡ] παρθένος, οὐχ ἥμαρτεν· θλῖψιν δὲ τῇ σαρκὶ ἔξουσιν οἱ τοιοῦτοι, ἐγὼ δὲ ὑμῶν φείδομαι. 7:29 Τοῦτο δὲ φημι, ἀδελφοί, καιρὸς συνεσταλμένος ἐστίν· τὸ λοιπόν, ἵνα καὶ οἱ ἔχοντες γυναῖκας ὡς μὴ ἔχοντες ὦσιν. 7:30 καὶ οἱ κλαίοντες ὡς μὴ κλαίοντες καὶ οἱ χαίροντες ὡς μὴ χαίροντες καὶ οἱ ἀγοράζοντες ὡς μὴ κατέχοντες, 7:31 καὶ οἱ χρώμενοι τὸν κόσμον ὡς μὴ καταχρώμενοι· παράγει γὰρ τὸ σχῆμα τοῦ κόσμου τούτου. 7:32 Θέλω δὲ ὑμᾶς ἀμερίμνους εἶναι. ἄγαμος μεριμνᾷ τὰ τοῦ κυρίου, πῶς ἀρέσῃ τῷ κυρίῳ· 7:33 δὲ γαμήσας μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῇ γυναικί, 7:34 καὶ μεμέρισται. καὶ γυνὴ ἄγαμος καὶ παρθένος μεριμνᾷ τὰ τοῦ κυρίου, ἵνα ἁγία [καὶ] τῷ σώματι καὶ τῷ πνεύματι· δὲ γαμήσασα μεριμνᾷ τὰ τοῦ κόσμου, πῶς ἀρέσῃ τῷ ἀνδρί. 7:35 τοῦτο δὲ πρὸς τὸ ὑμῶν αὐτῶν σύμφορον λέγω, οὐχ ἵνα βρόχον ὑμῖν ἐπιβάλω ἀλλὰ πρὸς τὸ εὔσχημον καὶ εὐπάρεδρον τῷ κυρίῳ ἀπερισπάστως. 7:36 Εἰ δέ τις ἀσχημονεῖν ἐπὶ τὴν παρθένον αὐτοῦ νομίζει, ἐὰν ὑπέρακμος καὶ οὕτως ὀφείλει γίνεσθαι, θέλει ποιείτω οὐχ ἁμαρτάνει, γαμείτωσαν. 7:37 ὃς δὲ ἕστηκεν ἐν τῇ καρδίᾳ αὐτοῦ ἑδραῖος μὴ ἔχων ἀνάγκην, ἐξουσίαν δὲ ἔχει περὶ τοῦ ἰδίου θελήματος καὶ τοῦτο κέκρικεν ἐν τῇ ἰδίᾳ καρδίᾳ τηρεῖν τὴν ἑαυτοῦ παρθένον, καλῶς ποιήσει. 7:38 ὥστε καὶ γαμίζων τὴν ἑαυτοῦ παρθένον καλῶς ποιεῖ καὶ μὴ γαμίζων κρεῖσσον ποιήσει. 7:39 Γυνὴ δέδεται ἐφ' ὅσον χρόνον ζῇ ἀνὴρ αὐτῆς· ἐὰν δὲ κοιμηθῇ ἀνήρ, ἐλευθέρα ἐστὶν θέλει γαμηθῆναι μόνον ἐν κυρίῳ. 7:40 μακαριωτέρα δὲ ἐστιν ἐὰν οὕτως μείνη, κατὰ τὴν ἐμὴν γνώμην· δοκῶ γὰρ καγὼ πνεῦμα θεοῦ ἔχειν.


Westcott-Hort Greek NT - Public Domain