Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Psalm 94

94:1 (93:1) ψαλμὸς τῷ δαυιδ τετράδι σαββάτων θεὸς ἐκδικήσεων κύριος θεὸς ἐκδικήσεων ἐπαρρησιάσατο 94:2 (93:2) ὑψώθητι κρίνων τὴν γῆν ἀπόδος ἀνταπόδοσιν τοῖς ὑπερηφάνοις 94:3 (93:3) ἕως πότε ἁμαρτωλοί κύριε ἕως πότε ἁμαρτωλοὶ καυχήσονται 94:4 (93:4) φθέγξονται καὶ λαλήσουσιν ἀδικίαν λαλήσουσιν πάντες οἱ ἐργαζόμενοι τὴν ἀνομίαν 94:5 (93:5) τὸν λαόν σου κύριε ἐταπείνωσαν καὶ τὴν κληρονομίαν σου ἐκάκωσαν 94:6 (93:6) χήραν καὶ προσήλυτον ἀπέκτειναν καὶ ὀρφανοὺς ἐφόνευσαν 94:7 (93:7) καὶ εἶπαν οὐκ ὄψεται κύριος οὐδὲ συνήσει θεὸς τοῦ ιακωβ 94:8 (93:8) σύνετε δή ἄφρονες ἐν τῷ λαῷ καί μωροί ποτὲ φρονήσατε 94:9 (93:9) φυτεύσας τὸ οὖς οὐχὶ ἀκούει πλάσας τὸν ὀφθαλμὸν οὐ κατανοεῖ 94:10 (93:10) παιδεύων ἔθνη οὐχὶ ἐλέγξει διδάσκων ἄνθρωπον γνῶσιν 94:11 (93:11) κύριος γινώσκει τοὺς διαλογισμοὺς τῶν ἀνθρώπων ὅτι εἰσὶν μάταιοι 94:12 (93:12) μακάριος ἄνθρωπος ὃν ἂν σὺ παιδεύσῃς κύριε καὶ ἐκ τοῦ νόμου σου διδάξῃς αὐτὸν 94:13 (93:13) τοῦ πραῦναι αὐτῷ ἀφ' ἡμερῶν πονηρῶν ἕως οὗ ὀρυγῇ τῷ ἁμαρτωλῷ βόθρος 94:14 (93:14) ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ καὶ τὴν κληρονομίαν αὐτοῦ οὐκ ἐγκαταλείψει 94:15 (93:15) ἕως οὗ δικαιοσύνη ἐπιστρέψῃ εἰς κρίσιν καὶ ἐχόμενοι αὐτῆς πάντες οἱ εὐθεῖς τῇ καρδίᾳ διάψαλμα 94:16 (93:16) τίς ἀναστήσεταί μοι ἐπὶ πονηρευομένους τίς συμπαραστήσεταί μοι ἐπὶ ἐργαζομένους τὴν ἀνομίαν 94:17 (93:17) εἰ μὴ ὅτι κύριος ἐβοήθησέν μοι παρὰ βραχὺ παρῴκησεν τῷ ᾅδῃ ψυχή μου 94:18 (93:18) εἰ ἔλεγον σεσάλευται πούς μου τὸ ἔλεός σου κύριε βοηθεῖ μοι 94:19 (93:19) κύριε κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν μου ἐν τῇ καρδίᾳ μου αἱ παρακλήσεις σου ἠγάπησαν τὴν ψυχήν μου 94:20 (93:20) μὴ συμπροσέσται σοι θρόνος ἀνομίας πλάσσων κόπον ἐπὶ προστάγματι 94:21 (93:21) θηρεύσουσιν ἐπὶ ψυχὴν δικαίου καὶ αἷμα ἀθῷον καταδικάσονται 94:22 (93:22) καὶ ἐγένετό μοι κύριος εἰς καταφυγὴν καὶ θεός μου εἰς βοηθὸν ἐλπίδος μου 94:23 (93:23) καὶ ἀποδώσει αὐτοῖς τὴν ἀνομίαν αὐτῶν καὶ κατὰ τὴν πονηρίαν αὐτῶν ἀφανιεῖ αὐτοὺς κύριος θεὸς ἡμῶν


Septuagint - Public Domain