Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


1 Chronicles 25

25:1 καὶ ἔστησεν δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῆς δυνάμεως εἰς τὰ ἔργα τοὺς υἱοὺς ασαφ καὶ αιμαν καὶ ιδιθων τοὺς ἀποφθεγγομένους ἐν κινύραις καὶ ἐν νάβλαις καὶ ἐν κυμβάλοις καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν κατὰ κεφαλὴν αὐτῶν ἐργαζομένων ἐν τοῖς ἔργοις αὐτῶν 25:2 υἱοὶ ασαφ ζακχουρ καὶ ιωσηφ καὶ ναθανιας καὶ εραηλ υἱοὶ ασαφ ἐχόμενοι ασαφ τοῦ προφήτου ἐχόμενοι τοῦ βασιλέως 25:3 τῷ ιδιθων υἱοὶ ιδιθων γοδολια καὶ σουρι καὶ ισαια καὶ σεμεϊ καὶ ασαβια καὶ ματταθιας ἕξ μετὰ τὸν πατέρα αὐτῶν ιδιθων ἐν κινύρᾳ ἀνακρουόμενοι ἐξομολόγησιν καὶ αἴνεσιν τῷ κυρίῳ 25:4 τῷ αιμανι υἱοὶ αιμαν βουκιας καὶ μανθανιας καὶ αζαραηλ καὶ σουβαηλ καὶ ιεριμωθ καὶ ανανιας καὶ ανανι καὶ ηλιαθα καὶ γοδολλαθι καὶ ρωμεμθι-ωδ καὶ ιεσβακασα καὶ μαλληθι καὶ ωθηρι καὶ μεαζωθ 25:5 πάντες οὗτοι υἱοὶ τῷ αιμαν τῷ ἀνακρουομένῳ τῷ βασιλεῖ ἐν λόγοις θεοῦ ὑψῶσαι κέρας καὶ ἔδωκεν ὁ θεὸς τῷ αιμαν υἱοὺς δέκα τέσσαρας καὶ θυγατέρας τρεῖς 25:6 πάντες οὗτοι μετὰ τοῦ πατρὸς αὐτῶν ὑμνῳδοῦντες ἐν οἴκῳ κυρίου ἐν κυμβάλοις καὶ ἐν νάβλαις καὶ ἐν κινύραις ἐχόμενα τοῦ βασιλέως καὶ ασαφ καὶ ιδιθων καὶ αιμανι 25:7 καὶ ἐγένετο ὁ ἀριθμὸς αὐτῶν μετὰ τοὺς ἀδελφοὺς αὐτῶν δεδιδαγμένοι ᾄδειν κυρίῳ πᾶς συνίων διακόσιοι ὀγδοήκοντα καὶ ὀκτώ 25:8 καὶ ἔβαλον καὶ αὐτοὶ κλήρους ἐφημεριῶν κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν τελείων καὶ μανθανόντων 25:9 καὶ ἐξῆλθεν ὁ κλῆρος ὁ πρῶτος υἱῶν αὐτοῦ καὶ ἀδελφῶν αὐτοῦ τῷ ασαφ τῷ ιωσηφ γοδολια ὁ δεύτερος ηνια ἀδελφοὶ αὐτοῦ καὶ υἱοὶ αὐτοῦ δέκα δύο 25:10 ὁ τρίτος ζακχουρ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:11 ὁ τέταρτος ιεσδρι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:12 ὁ πέμπτος ναθανιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:13 ὁ ἕκτος βουκιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:14 ὁ ἕβδομος ισεριηλ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:15 ὁ ὄγδοος ιωσια υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:16 ὁ ἔνατος μανθανιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:17 ὁ δέκατος σεμεϊ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:18 ὁ ἑνδέκατος αζαρια υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:19 ὁ δωδέκατος ασαβια υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:20 ὁ τρισκαιδέκατος σουβαηλ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:21 ὁ τεσσαρεσκαιδέκατος ματταθιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:22 ὁ πεντεκαιδέκατος ιεριμωθ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:23 ὁ ἑκκαιδέκατος ανανιας υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:24 ὁ ἑπτακαιδέκατος ιεσβακασα υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:25 ὁ ὀκτωκαιδέκατος ανανι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:26 ὁ ἐννεακαιδέκατος μελληθι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:27 ὁ εἰκοστὸς ελιαθα υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:28 ὁ εἰκοστὸς πρῶτος ηθιρ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:29 ὁ εἰκοστὸς δεύτερος γοδολλαθι υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:30 ὁ τρίτος καὶ εἰκοστὸς μεαζωθ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο 25:31 ὁ τέταρτος καὶ εἰκοστὸς ρωμεμθι-ωδ υἱοὶ αὐτοῦ καὶ ἀδελφοὶ αὐτοῦ δέκα δύο


Septuagint - Public Domain