Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


1 Chronicles 26

26:1 εἰς διαιρέσεις τῶν πυλῶν υἱοῖς κορεϊμ μοσολλαμια υἱὸς κωρη ἐκ τῶν υἱῶν αβιασαφ 26:2 καὶ τῷ μοσολλαμια υἱοί ζαχαριας ὁ πρωτότοκος ιδιηλ ὁ δεύτερος ζαβαδιας ὁ τρίτος ιεθνουηλ ὁ τέταρτος 26:3 ωλαμ ὁ πέμπτος ιωαναν ὁ ἕκτος ελιωηναι ὁ ἕβδομος 26:4 καὶ τῷ αβδεδομ υἱοί σαμαιας ὁ πρωτότοκος ιωζαβαδ ὁ δεύτερος ιωαα ὁ τρίτος σωχαρ ὁ τέταρτος ναθαναηλ ὁ πέμπτος 26:5 αμιηλ ὁ ἕκτος ισσαχαρ ὁ ἕβδομος φολλαθι ὁ ὄγδοος ὅτι εὐλόγησεν αὐτὸν ὁ θεός 26:6 καὶ τῷ σαμαια υἱῷ αὐτοῦ ἐτέχθησαν υἱοὶ τοῦ πρωτοτόκου ρωσαι εἰς τὸν οἶκον τὸν πατρικὸν αὐτοῦ ὅτι δυνατοὶ ἦσαν 26:7 υἱοὶ σαμαια γοθνι καὶ ραφαηλ καὶ ωβηδ καὶ ελζαβαδ καὶ αχιου υἱοὶ δυνατοί ελιου καὶ σαβχια καὶ ισβακωμ 26:8 πάντες ἀπὸ τῶν υἱῶν αβδεδομ αὐτοὶ καὶ οἱ ἀδελφοὶ αὐτῶν καὶ υἱοὶ αὐτῶν ποιοῦντες δυνατῶς ἐν τῇ ἐργασίᾳ οἱ πάντες ἑξήκοντα δύο τῷ αβδεδομ 26:9 καὶ τῷ μοσολλαμια υἱοὶ καὶ ἀδελφοὶ δέκα καὶ ὀκτὼ δυνατοί 26:10 καὶ τῷ ωσα τῶν υἱῶν μεραρι υἱοὶ φυλάσσοντες τὴν ἀρχήν ὅτι οὐκ ἦν πρωτότοκος καὶ ἐποίησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ ἄρχοντα 26:11 τῆς διαιρέσεως τῆς δευτέρας ταβλαι ὁ τρίτος ζαχαριας ὁ τέταρτος πάντες οὗτοι υἱοὶ καὶ ἀδελφοὶ τῷ ωσα τρισκαίδεκα 26:12 τούτοις αἱ διαιρέσεις τῶν πυλῶν τοῖς ἄρχουσι τῶν δυνατῶν ἐφημερίαι καθὼς οἱ ἀδελφοὶ αὐτῶν λειτουργεῖν ἐν οἴκῳ κυρίου 26:13 καὶ ἔβαλον κλήρους κατὰ τὸν μικρὸν καὶ κατὰ τὸν μέγαν κατ' οἴκους πατριῶν αὐτῶν εἰς πυλῶνα καὶ πυλῶνα 26:14 καὶ ἔπεσεν ὁ κλῆρος τῶν πρὸς ἀνατολὰς τῷ σαλαμια καὶ ζαχαρια υἱοὶ ιωας τῷ μελχια ἔβαλον κλήρους καὶ ἐξῆλθεν ὁ κλῆρος βορρᾶ 26:15 τῷ αβδεδομ νότον κατέναντι οἴκου εσεφιν 26:16 εἰς δεύτερον τῷ ωσα πρὸς δυσμαῖς μετὰ τὴν πύλην παστοφορίου τῆς ἀναβάσεως φυλακὴ κατέναντι φυλακῆς 26:17 πρὸς ἀνατολὰς ἓξ τὴν ἡμέραν βορρᾶ τῆς ἡμέρας τέσσαρες νότον τῆς ἡμέρας τέσσαρες καὶ εἰς τὸ εσεφιν δύο 26:18 εἰς διαδεχομένους καὶ πρὸς δυσμαῖς τέσσαρες καὶ εἰς τὸν τρίβον δύο διαδεχομένους 26:19 αὗται αἱ διαιρέσεις τῶν πυλωρῶν τοῖς υἱοῖς κορε καὶ τοῖς υἱοῖς μεραρι 26:20 καὶ οἱ λευῖται ἀδελφοὶ αὐτῶν ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου καὶ ἐπὶ τῶν θησαυρῶν τῶν καθηγιασμένων 26:21 υἱοὶ λαδαν υἱοὶ τῷ γηρσωνι τῷ λαδαν ἄρχοντες πατριῶν τῷ λαδαν τῷ γηρσωνι ιιηλ 26:22 καὶ υἱοὶ ιιηλ ζεθομ καὶ ιωηλ οἱ ἀδελφοὶ ἐπὶ τῶν θησαυρῶν οἴκου κυρίου 26:23 τῷ αμβραμ καὶ ισσααρ χεβρων καὶ οζιηλ 26:24 καὶ σουβαηλ ὁ τοῦ γηρσαμ τοῦ μωυσῆ ἡγούμενος ἐπὶ τῶν θησαυρῶν 26:25 καὶ τῷ ἀδελφῷ αὐτοῦ τῷ ελιεζερ ρααβιας υἱὸς καὶ ιωσαιας καὶ ιωραμ καὶ ζεχρι καὶ σαλωμωθ 26:26 αὐτὸς σαλωμωθ καὶ οἱ ἀδελφοὶ αὐτοῦ ἐπὶ πάντων τῶν θησαυρῶν τῶν ἁγίων οὓς ἡγίασεν δαυιδ ὁ βασιλεὺς καὶ οἱ ἄρχοντες τῶν πατριῶν χιλίαρχοι καὶ ἑκατόνταρχοι καὶ ἀρχηγοὶ τῆς δυνάμεως 26:27 ἃ ἔλαβεν ἐκ τῶν πολέμων καὶ ἐκ τῶν λαφύρων καὶ ἡγίασεν ἀπ' αὐτῶν τοῦ μὴ καθυστερῆσαι τὴν οἰκοδομὴν τοῦ οἴκου τοῦ θεοῦ 26:28 καὶ ἐπὶ πάντων τῶν ἁγίων σαμουηλ τοῦ προφήτου καὶ σαουλ τοῦ κις καὶ αβεννηρ τοῦ νηρ καὶ ιωαβ τοῦ σαρουια πᾶν ὃ ἡγίασαν διὰ χειρὸς σαλωμωθ καὶ τῶν ἀδελφῶν αὐτοῦ 26:29 τῷ ισσαρι χωνενια καὶ υἱοὶ αὐτοῦ τῆς ἐργασίας τῆς ἔξω ἐπὶ τὸν ισραηλ τοῦ γραμματεύειν καὶ διακρίνειν 26:30 τῷ χεβρωνι ασαβιας καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί χίλιοι καὶ ἑπτακόσιοι ἐπὶ τῆς ἐπισκέψεως τοῦ ισραηλ πέραν τοῦ ιορδάνου πρὸς δυσμαῖς εἰς πᾶσαν λειτουργίαν κυρίου καὶ ἐργασίαν τοῦ βασιλέως 26:31 τοῦ χεβρωνι ιουδιας ὁ ἄρχων τῶν χεβρωνι κατὰ γενέσεις αὐτῶν κατὰ πατριάς ἐν τῷ τεσσαρακοστῷ ἔτει τῆς βασιλείας αὐτοῦ ἐπεσκέπησαν καὶ εὑρέθη ἀνὴρ δυνατὸς ἐν αὐτοῖς ἐν ιαζηρ τῆς γαλααδίτιδος 26:32 καὶ οἱ ἀδελφοὶ αὐτοῦ υἱοὶ δυνατοί δισχίλιοι ἑπτακόσιοι ἄρχοντες πατριῶν καὶ κατέστησεν αὐτοὺς δαυιδ ὁ βασιλεὺς ἐπὶ τοῦ ρουβηνι καὶ γαδδι καὶ ἡμίσους φυλῆς μανασση εἰς πᾶν πρόσταγμα κυρίου καὶ λόγον βασιλέως


Septuagint - Public Domain