Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Amos 3

3:1 ἀκούσατε τὸν λόγον τοῦτον ὃν ἐλάλησεν κύριος ἐφ' ὑμᾶς οἶκος ισραηλ καὶ κατὰ πάσης φυλῆς ἧς ἀνήγαγον ἐκ γῆς αἰγύπτου λέγων 3:2 πλὴν ὑμᾶς ἔγνων ἐκ πασῶν φυλῶν τῆς γῆς διὰ τοῦτο ἐκδικήσω ἐφ' ὑμᾶς πάσας τὰς ἁμαρτίας ὑμῶν 3:3 εἰ πορεύσονται δύο ἐπὶ τὸ αὐτὸ καθόλου ἐὰν μὴ γνωρίσωσιν ἑαυτούς 3:4 εἰ ἐρεύξεται λέων ἐκ τοῦ δρυμοῦ αὐτοῦ θήραν οὐκ ἔχων εἰ δώσει σκύμνος φωνὴν αὐτοῦ ἐκ τῆς μάνδρας αὐτοῦ καθόλου ἐὰν μὴ ἁρπάσῃ τι 3:5 εἰ πεσεῖται ὄρνεον ἐπὶ τὴν γῆν ἄνευ ἰξευτοῦ εἰ σχασθήσεται παγὶς ἐπὶ τῆς γῆς ἄνευ τοῦ συλλαβεῖν τι 3:6 εἰ φωνήσει σάλπιγξ ἐν πόλει καὶ λαὸς οὐ πτοηθήσεται εἰ ἔσται κακία ἐν πόλει ἣν κύριος οὐκ ἐποίησεν 3:7 διότι οὐ μὴ ποιήσῃ κύριος ὁ θεὸς πρᾶγμα ἐὰν μὴ ἀποκαλύψῃ παιδείαν αὐτοῦ πρὸς τοὺς δούλους αὐτοῦ τοὺς προφήτας 3:8 λέων ἐρεύξεται καὶ τίς οὐ φοβηθήσεται κύριος ὁ θεὸς ἐλάλησεν καὶ τίς οὐ προφητεύσει 3:9 ἀπαγγείλατε χώραις ἐν ἀσσυρίοις καὶ ἐπὶ τὰς χώρας τῆς αἰγύπτου καὶ εἴπατε συνάχθητε ἐπὶ τὸ ὄρος σαμαρείας καὶ ἴδετε θαυμαστὰ πολλὰ ἐν μέσῳ αὐτῆς καὶ τὴν καταδυναστείαν τὴν ἐν αὐτῇ 3:10 καὶ οὐκ ἔγνω ἃ ἔσται ἐναντίον αὐτῆς λέγει κύριος οἱ θησαυρίζοντες ἀδικίαν καὶ ταλαιπωρίαν ἐν ταῖς χώραις αὐτῶν 3:11 διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεός τύρος κυκλόθεν ἡ γῆ σου ἐρημωθήσεται καὶ κατάξει ἐκ σοῦ ἰσχύν σου καὶ διαρπαγήσονται αἱ χῶραί σου 3:12 τάδε λέγει κύριος ὃν τρόπον ὅταν ἐκσπάσῃ ὁ ποιμὴν ἐκ στόματος τοῦ λέοντος δύο σκέλη ἢ λοβὸν ὠτίου οὕτως ἐκσπασθήσονται οἱ υἱοὶ ισραηλ οἱ κατοικοῦντες ἐν σαμαρείᾳ κατέναντι φυλῆς καὶ ἐν δαμασκῷ ἱερεῖς 3:13 ἀκούσατε καὶ ἐπιμαρτύρασθε τῷ οἴκῳ ιακωβ λέγει κύριος ὁ θεὸς ὁ παντοκράτωρ 3:14 διότι ἐν τῇ ἡμέρᾳ ὅταν ἐκδικῶ ἀσεβείας τοῦ ισραηλ ἐπ' αὐτόν καὶ ἐκδικήσω ἐπὶ τὰ θυσιαστήρια βαιθηλ καὶ κατασκαφήσεται τὰ κέρατα τοῦ θυσιαστηρίου καὶ πεσοῦνται ἐπὶ τὴν γῆν 3:15 συγχεῶ καὶ πατάξω τὸν οἶκον τὸν περίπτερον ἐπὶ τὸν οἶκον τὸν θερινόν καὶ ἀπολοῦνται οἶκοι ἐλεφάντινοι καὶ προστεθήσονται οἶκοι ἕτεροι πολλοί λέγει κύριος


Septuagint - Public Domain