Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Deuteronomy 27

27:1 καὶ προσέταξεν μωυσῆς καὶ ἡ γερουσία ισραηλ λέγων φυλάσσεσθε πάσας τὰς ἐντολὰς ταύτας ὅσας ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον 27:2 καὶ ἔσται ᾗ ἂν ἡμέρᾳ διαβῆτε τὸν ιορδάνην εἰς τὴν γῆν ἣν κύριος ὁ θεός σου δίδωσίν σοι καὶ στήσεις σεαυτῷ λίθους μεγάλους καὶ κονιάσεις αὐτοὺς κονίᾳ 27:3 καὶ γράψεις ἐπὶ τῶν λίθων πάντας τοὺς λόγους τοῦ νόμου τούτου ὡς ἂν διαβῆτε τὸν ιορδάνην ἡνίκα ἐὰν εἰσέλθητε εἰς τὴν γῆν ἣν κύριος ὁ θεὸς τῶν πατέρων σου δίδωσίν σοι γῆν ῥέουσαν γάλα καὶ μέλι ὃν τρόπον εἶπεν κύριος ὁ θεὸς τῶν πατέρων σού σοι 27:4 καὶ ἔσται ὡς ἂν διαβῆτε τὸν ιορδάνην στήσετε τοὺς λίθους τούτους οὓς ἐγὼ ἐντέλλομαί σοι σήμερον ἐν ὄρει γαιβαλ καὶ κονιάσεις αὐτοὺς κονίᾳ 27:5 καὶ οἰκοδομήσεις ἐκεῖ θυσιαστήριον κυρίῳ τῷ θεῷ σου θυσιαστήριον ἐκ λίθων οὐκ ἐπιβαλεῖς ἐπ' αὐτοὺς σίδηρον 27:6 λίθους ὁλοκλήρους οἰκοδομήσεις θυσιαστήριον κυρίῳ τῷ θεῷ σου καὶ ἀνοίσεις ἐπ' αὐτὸ ὁλοκαυτώματα κυρίῳ τῷ θεῷ σου 27:7 καὶ θύσεις ἐκεῖ θυσίαν σωτηρίου κυρίῳ τῷ θεῷ σου καὶ φάγῃ καὶ ἐμπλησθήσῃ καὶ εὐφρανθήσῃ ἐναντίον κυρίου τοῦ θεοῦ σου 27:8 καὶ γράψεις ἐπὶ τῶν λίθων πάντα τὸν νόμον τοῦτον σαφῶς σφόδρα 27:9 καὶ ἐλάλησεν μωυσῆς καὶ οἱ ἱερεῖς οἱ λευῖται παντὶ ισραηλ λέγοντες σιώπα καὶ ἄκουε ισραηλ ἐν τῇ ἡμέρᾳ ταύτῃ γέγονας εἰς λαὸν κυρίῳ τῷ θεῷ σου 27:10 καὶ εἰσακούσῃ τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ ποιήσεις πάσας τὰς ἐντολὰς αὐτοῦ καὶ τὰ δικαιώματα αὐτοῦ ὅσα ἐγὼ ἐντέλλομαί σοι σήμερον 27:11 καὶ ἐνετείλατο μωυσῆς τῷ λαῷ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγων 27:12 οὗτοι στήσονται εὐλογεῖν τὸν λαὸν ἐν ὄρει γαριζιν διαβάντες τὸν ιορδάνην συμεων λευι ιουδας ισσαχαρ ιωσηφ καὶ βενιαμιν 27:13 καὶ οὗτοι στήσονται ἐπὶ τῆς κατάρας ἐν ὄρει γαιβαλ ρουβην γαδ καὶ ασηρ ζαβουλων δαν καὶ νεφθαλι 27:14 καὶ ἀποκριθέντες οἱ λευῖται ἐροῦσιν παντὶ ισραηλ φωνῇ μεγάλῃ 27:15 ἐπικατάρατος ἄνθρωπος ὅστις ποιήσει γλυπτὸν καὶ χωνευτόν βδέλυγμα κυρίῳ ἔργον χειρῶν τεχνίτου καὶ θήσει αὐτὸ ἐν ἀποκρύφῳ καὶ ἀποκριθεὶς πᾶς ὁ λαὸς ἐροῦσιν γένοιτο 27:16 ἐπικατάρατος ὁ ἀτιμάζων πατέρα αὐτοῦ ἢ μητέρα αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο 27:17 ἐπικατάρατος ὁ μετατιθεὶς ὅρια τοῦ πλησίον καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο 27:18 ἐπικατάρατος ὁ πλανῶν τυφλὸν ἐν ὁδῷ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο 27:19 ἐπικατάρατος ὃς ἂν ἐκκλίνῃ κρίσιν προσηλύτου καὶ ὀρφανοῦ καὶ χήρας καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο 27:20 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ γυναικὸς τοῦ πατρὸς αὐτοῦ ὅτι ἀπεκάλυψεν συγκάλυμμα τοῦ πατρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο 27:21 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ παντὸς κτήνους καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο 27:22 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς ἐκ πατρὸς ἢ ἐκ μητρὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο 27:23 ἐπικατάρατος ὁ κοιμώμενος μετὰ πενθερᾶς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο ἐπικατάρατος ὁ κοιμώμενος μετὰ ἀδελφῆς γυναικὸς αὐτοῦ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο 27:24 ἐπικατάρατος ὁ τύπτων τὸν πλησίον αὐτοῦ δόλῳ καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο 27:25 ἐπικατάρατος ὃς ἂν λάβῃ δῶρα πατάξαι ψυχὴν αἵματος ἀθῴου καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο 27:26 ἐπικατάρατος πᾶς ἄνθρωπος ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσιν τοῖς λόγοις τοῦ νόμου τούτου τοῦ ποιῆσαι αὐτούς καὶ ἐροῦσιν πᾶς ὁ λαός γένοιτο


Septuagint - Public Domain