Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Jeremiah 48

48:1 (31:1) τῇ μωαβ οὕτως εἶπεν κύριος οὐαὶ ἐπὶ ναβαυ ὅτι ὤλετο ἐλήμφθη καριαθαιμ ᾐσχύνθη αμαθ καὶ ἡττήθη 48:2 (31:2) οὐκ ἔστιν ἔτι ἰατρεία μωαβ ἀγαυρίαμα ἐν εσεβων ἐλογίσαντο ἐπ' αὐτὴν κακά ἐκόψαμεν αὐτὴν ἀπὸ ἔθνους καὶ παῦσιν παύσεται ὄπισθέν σου βαδιεῖται μάχαιρα 48:3 (31:3) ὅτι φωνὴ κεκραγότων ἐξ ωρωναιμ ὄλεθρος καὶ σύντριμμα μέγα 48:4 (31:4) συνετρίβη μωαβ ἀναγγείλατε εἰς ζογορα 48:5 (31:5) ὅτι ἐπλήσθη αλαωθ ἐν κλαυθμῷ ἀναβήσεται κλαίων ἐν ὁδῷ ωρωναιμ κραυγὴν συντρίμματος ἠκούσατε 48:6 (31:6) φεύγετε καὶ σώσατε τὰς ψυχὰς ὑμῶν καὶ ἔσεσθε ὥσπερ ὄνος ἄγριος ἐν ἐρήμῳ 48:7 (31:7) ἐπειδὴ ἐπεποίθεις ἐν ὀχυρώμασίν σου καὶ σὺ συλλημφθήσῃ καὶ ἐξελεύσεται χαμως ἐν ἀποικίᾳ οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα 48:8 (31:8) καὶ ἥξει ὄλεθρος ἐπὶ πᾶσαν πόλιν καὶ πόλις οὐ μὴ σωθῇ καὶ ἀπολεῖται αὐλών καὶ ἐξολεθρευθήσεται πεδινή καθὼς εἶπεν κύριος 48:9 (31:9) δότε σημεῖα τῇ μωαβ ὅτι ἁφῇ ἀναφθήσεται καὶ πᾶσαι αἱ πόλεις αὐτῆς εἰς ἄβατον ἔσονται πόθεν ἔνοικος αὐτῇ 48:10 (31:10) ἐπικατάρατος ποιῶν τὰ ἔργα κυρίου ἀμελῶς ἐξαίρων μάχαιραν αὐτοῦ ἀφ' αἵματος 48:11 (31:11) ἀνεπαύσατο μωαβ ἐκ παιδαρίου καὶ πεποιθὼς ἦν ἐπὶ τῇ δόξῃ αὐτοῦ οὐκ ἐνέχεεν ἐξ ἀγγείου εἰς ἀγγεῖον καὶ εἰς ἀποικισμὸν οὐκ ὤ|χετο διὰ τοῦτο ἔστη γεῦμα αὐτοῦ ἐν αὐτῷ καὶ ὀσμὴ αὐτοῦ οὐκ ἐξέλιπεν 48:12 (31:12) διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀποστελῶ αὐτῷ κλίνοντας καὶ κλινοῦσιν αὐτὸν καὶ τὰ σκεύη αὐτοῦ λεπτυνοῦσιν καὶ τὰ κέρατα αὐτοῦ συγκόψουσιν 48:13 (31:13) καὶ καταισχυνθήσεται μωαβ ἀπὸ χαμως ὥσπερ κατῃσχύνθη οἶκος ισραηλ ἀπὸ βαιθηλ ἐλπίδος αὐτῶν πεποιθότες ἐπ' αὐτοῖς 48:14 (31:14) πῶς ἐρεῖτε ἰσχυροί ἐσμεν καὶ ἄνθρωπος ἰσχύων εἰς τὰ πολεμικά 48:15 (31:15) ὤλετο μωαβ πόλις αὐτοῦ καὶ ἐκλεκτοὶ νεανίσκοι αὐτοῦ κατέβησαν εἰς σφαγήν 48:16 (31:16) ἐγγὺς ἡμέρα μωαβ ἐλθεῖν καὶ πονηρία αὐτοῦ ταχεῖα σφόδρα 48:17 (31:17) κινήσατε αὐτῷ πάντες κυκλόθεν αὐτοῦ πάντες εἰδότες ὄνομα αὐτοῦ εἴπατε πῶς συνετρίβη βακτηρία εὐκλεής ῥάβδος μεγαλώματος 48:18 (31:18) κατάβηθι ἀπὸ δόξης καὶ κάθισον ἐν ὑγρασίᾳ καθημένη δαιβων ἐκτρίβητε ὅτι ὤλετο μωαβ ἀνέβη εἰς σὲ λυμαινόμενος ὀχύρωμά σου 48:19 (31:19) ἐφ' ὁδοῦ στῆθι καὶ ἔπιδε καθημένη ἐν αροηρ καὶ ἐρώτησον φεύγοντα καὶ σῳζόμενον καὶ εἰπόν τί ἐγένετο 48:20 (31:20) κατῃσχύνθη μωαβ ὅτι συνετρίβη ὀλόλυξον καὶ κέκραξον ἀνάγγειλον ἐν αρνων ὅτι ὤλετο μωαβ 48:21 (31:21) καὶ κρίσις ἔρχεται εἰς γῆν τοῦ μισωρ ἐπὶ χαιλων καὶ ἐπὶ ιασσα καὶ ἐπὶ μωφαθ 48:22 (31:22) καὶ ἐπὶ δαιβων καὶ ἐπὶ ναβαυ καὶ ἐπ' οἶκον δεβλαθαιμ 48:23 (31:23) καὶ ἐπὶ καριαθαιμ καὶ ἐπ' οἶκον γαμωλ καὶ ἐπ' οἶκον μαων 48:24 (31:24) καὶ ἐπὶ καριωθ καὶ ἐπὶ βοσορ καὶ ἐπὶ πάσας τὰς πόλεις μωαβ τὰς πόρρω καὶ τὰς ἐγγύς 48:25 (31:25) κατεάχθη κέρας μωαβ καὶ τὸ ἐπίχειρον αὐτοῦ συνετρίβη 48:26 (31:26) μεθύσατε αὐτόν ὅτι ἐπὶ κύριον ἐμεγαλύνθη καὶ ἐπικρούσει μωαβ ἐν χειρὶ αὐτοῦ καὶ ἔσται εἰς γέλωτα καὶ αὐτός 48:27 (31:27) καὶ εἰ μὴ εἰς γελοιασμὸν ἦν σοι ισραηλ εἰ ἐν κλοπαῖς σου εὑρέθη ὅτι ἐπολέμεις αὐτόν 48:28 (31:28) κατέλιπον τὰς πόλεις καὶ ὤ|κησαν ἐν πέτραις οἱ κατοικοῦντες μωαβ ἐγενήθησαν ὡς περιστεραὶ νοσσεύουσαι ἐν πέτραις στόματι βοθύνου 48:29 (31:29) ἤκουσα ὕβριν μωαβ ὕβρισεν λίαν ὕβριν αὐτοῦ καὶ ὑπερηφανίαν αὐτοῦ καὶ ὑψώθη καρδία αὐτοῦ 48:30 (31:30) ἐγὼ δὲ ἔγνων ἔργα αὐτοῦ οὐχὶ τὸ ἱκανὸν αὐτοῦ οὐχ οὕτως ἐποίησεν 48:31 (31:31) διὰ τοῦτο ἐπὶ μωαβ ὀλολύζετε πάντοθεν βοήσατε ἐπ' ἄνδρας κιραδας αὐχμοῦ 48:32 (31:32) ὡς κλαυθμὸν ιαζηρ ἀποκλαύσομαί σοι ἄμπελος σεβημα κλήματά σου διῆλθεν θάλασσαν ιαζηρ ἥψαντο ἐπὶ ὀπώραν σου ἐπὶ τρυγηταῖς σου ὄλεθρος ἐπέπεσεν 48:33 (31:33) συνεψήσθη χαρμοσύνη καὶ εὐφροσύνη ἐκ τῆς μωαβίτιδος καὶ οἶνος ἦν ἐπὶ ληνοῖς σου πρωὶ οὐκ ἐπάτησαν οὐδὲ δείλης οὐκ ἐποίησαν αιδαδ 48:34 (31:34) ἀπὸ κραυγῆς εσεβων ἕως ελεαλη αἱ πόλεις αὐτῶν ἔδωκαν φωνὴν αὐτῶν ἀπὸ ζογορ ἕως ωρωναιμ καὶ αγλαθ-σαλισια ὅτι καὶ τὸ ὕδωρ νεβριμ εἰς κατάκαυμα ἔσται 48:35 (31:35) καὶ ἀπολῶ τὸν μωαβ φησὶν κύριος ἀναβαίνοντα ἐπὶ βωμὸν καὶ θυμιῶντα θεοῖς αὐτοῦ 48:36 (31:36) διὰ τοῦτο καρδία μου μωαβ ὥσπερ αὐλοὶ βομβήσουσιν καρδία μου ἐπ' ἀνθρώπους κιραδας ὥσπερ αὐλὸς βομβήσει διὰ τοῦτο περιεποιήσατο ἀπώλετο ἀπὸ ἀνθρώπου 48:37 (31:37) πᾶσαν κεφαλὴν ἐν παντὶ τόπῳ ξυρήσονται καὶ πᾶς πώγων ξυρηθήσεται καὶ πᾶσαι χεῖρες κόψονται καὶ ἐπὶ πάσης ὀσφύος σάκκος 48:38 (31:38) καὶ ἐπὶ πάντων τῶν δωμάτων μωαβ καὶ ἐπὶ πλατείαις αὐτῆς ὅτι συνέτριψα τὸν μωαβ φησὶν κύριος ὡς ἀγγεῖον οὗ οὐκ ἔστιν χρεία αὐτοῦ 48:39 (31:39) πῶς κατήλλαξεν πῶς ἔστρεψεν νῶτον μωαβ ᾐσχύνθη καὶ ἐγένετο μωαβ εἰς γέλωτα καὶ ἐγκότημα πᾶσιν τοῖς κύκλῳ αὐτῆς 48:40 (31:40) ὅτι οὕτως εἶπεν κύριος 48:41 (31:41) ἐλήμφθη ακκαριωθ καὶ τὰ ὀχυρώματα συνελήμφθη 48:42 (31:42) καὶ ἀπολεῖται μωαβ ἀπὸ ὄχλου ὅτι ἐπὶ τὸν κύριον ἐμεγαλύνθη 48:43 (31:43) παγὶς καὶ φόβος καὶ βόθυνος ἐπὶ σοί καθήμενος μωαβ 48:44 (31:44) φεύγων ἀπὸ προσώπου τοῦ φόβου ἐμπεσεῖται εἰς τὸν βόθυνον καὶ ἀναβαίνων ἐκ τοῦ βοθύνου συλλημφθήσεται ἐν τῇ παγίδι ὅτι ἐπάξω ταῦτα ἐπὶ μωαβ ἐν ἐνιαυτῷ ἐπισκέψεως αὐτῆς 48:45 - - - 48:46 - - - 48:47 - - -


Septuagint - Public Domain