Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Job 19

19:1 ὑπολαβὼν δὲ ιωβ λέγει 19:2 ἕως τίνος ἔγκοπον ποιήσετε ψυχήν μου καὶ καθαιρεῖτε με λόγοις 19:3 γνῶτε μόνον ὅτι κύριος ἐποίησέ με οὕτως καταλαλεῖτέ μου οὐκ αἰσχυνόμενοί με ἐπίκεισθέ μοι 19:4 ναὶ δὴ ἐπ' ἀληθείας ἐγὼ ἐπλανήθην παρ' ἐμοὶ δὲ αὐλίζεται πλάνος (19:4a) λαλῆσαι ῥῆμα οὐκ ἔδει τὰ δὲ ῥήματά μου πλανᾶται καὶ οὐκ ἐπὶ καιροῦ 19:5 ἔα δὲ ὅτι ἐπ' ἐμοὶ μεγαλύνεσθε ἐνάλλεσθε δέ μοι ὀνείδει 19:6 γνῶτε οὖν ὅτι κύριός ἐστιν ταράξας ὀχύρωμα δὲ αὐτοῦ ἐπ' ἐμὲ ὕψωσεν 19:7 ἰδοὺ γελῶ ὀνείδει καὶ οὐ λαλήσω κεκράξομαι καὶ οὐδαμοῦ κρίμα 19:8 κύκλῳ περιῳκοδόμημαι καὶ οὐ μὴ διαβῶ ἐπὶ πρόσωπόν μου σκότος ἔθετο 19:9 τὴν δὲ δόξαν ἀπ' ἐμοῦ ἐξέδυσεν ἀφεῖλεν δὲ στέφανον ἀπὸ κεφαλῆς μου 19:10 διέσπασέν με κύκλῳ καὶ ᾠχόμην ἐξέκοψεν δὲ ὥσπερ δένδρον τὴν ἐλπίδα μου 19:11 δεινῶς δέ μοι ὀργῇ ἐχρήσατο ἡγήσατο δέ με ὥσπερ ἐχθρόν 19:12 ὁμοθυμαδὸν δὲ ἦλθον τὰ πειρατήρια αὐτοῦ ἐπ' ἐμοὶ ταῖς ὁδοῖς μου ἐκύκλωσάν με ἐγκάθετοι 19:13 ἀπ' ἐμοῦ δὲ ἀδελφοί μου ἀπέστησαν ἔγνωσαν ἀλλοτρίους ἐμέ φίλοι δέ μου ἀνελεήμονες γεγόνασιν 19:14 οὐ προσεποιήσαντό με οἱ ἐγγύτατοί μου καὶ οἱ εἰδότες μου τὸ ὄνομα ἐπελάθοντό μου 19:15 γείτονες οἰκίας θεράπαιναί τέ μου ἀλλογενὴς ἤμην ἐναντίον αὐτῶν 19:16 θεράποντά μου ἐκάλεσα καὶ οὐχ ὑπήκουσεν στόμα δέ μου ἐδέετο 19:17 καὶ ἱκέτευον τὴν γυναῖκά μου προσεκαλούμην δὲ κολακεύων υἱοὺς παλλακίδων μου 19:18 οἱ δὲ εἰς τὸν αἰῶνά με ἀπεποιήσαντο ὅταν ἀναστῶ κατ' ἐμοῦ λαλοῦσιν 19:19 ἐβδελύξαντο δέ με οἱ εἰδότες με οὓς δὴ ἠγαπήκειν ἐπανέστησάν μοι 19:20 ἐν δέρματί μου ἐσάπησαν αἱ σάρκες μου τὰ δὲ ὀστᾶ μου ἐν ὀδοῦσιν ἔχεται 19:21 ἐλεήσατέ με ἐλεήσατέ με φίλοι χεὶρ γὰρ κυρίου ἁψαμένη μού ἐστιν 19:22 διὰ τί δέ με διώκετε ὥσπερ καὶ κύριος ἀπὸ δὲ σαρκῶν μου οὐκ ἐμπίπλασθε 19:23 τίς γὰρ ἂν δῴη γραφῆναι τὰ ῥήματά μου τεθῆναι δὲ αὐτὰ ἐν βιβλίῳ εἰς τὸν αἰῶνα 19:24 ἐν γραφείῳ σιδηρῷ καὶ μολίβῳ ἐν πέτραις ἐγγλυφῆναι 19:25 οἶδα γὰρ ὅτι ἀέναός ἐστιν ἐκλύειν με μέλλων ἐπὶ γῆς (19:26) ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλῶν ταῦτα παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη 19:26 ἀναστήσαι τὸ δέρμα μου τὸ ἀνατλῶν ταῦτα παρὰ γὰρ κυρίου ταῦτά μοι συνετελέσθη 19:27 ἐγὼ ἐμαυτῷ συνεπίσταμαι ὀφθαλμός μου ἑόρακεν καὶ οὐκ ἄλλος πάντα δέ μοι συντετέλεσται ἐν κόλπῳ 19:28 εἰ δὲ καὶ ἐρεῖτε τί ἐροῦμεν ἔναντι αὐτοῦ καὶ ῥίζαν λόγου εὑρήσομεν ἐν αὐτῷ 19:29 εὐλαβήθητε δὴ καὶ ὑμεῖς ἀπὸ ἐπικαλύμματος θυμὸς γὰρ ἐπ' ἀνόμους ἐπελεύσεται καὶ τότε γνώσονται ποῦ ἐστιν αὐτῶν ὕλη


Septuagint - Public Domain