Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Job 32

32:1 ἡσύχασαν δὲ καὶ οἱ τρεῖς φίλοι αὐτοῦ ἔτι ἀντειπεῖν ιωβ ἦν γὰρ ιωβ δίκαιος ἐναντίον αὐτῶν 32:2 ὠργίσθη δὲ ελιους τοῦ βαραχιηλ βουζίτης ἐκ τῆς συγγενείας ραμ τῆς αυσίτιδος χώρας ὠργίσθη δὲ τῷ ιωβ σφόδρα διότι ἀπέφηνεν ἑαυτὸν δίκαιον ἐναντίον κυρίου 32:3 καὶ κατὰ τῶν τριῶν δὲ φίλων ὠργίσθη σφόδρα διότι οὐκ ἠδυνήθησαν ἀποκριθῆναι ἀντίθετα ιωβ καὶ ἔθεντο αὐτὸν εἶναι ἀσεβῆ 32:4 ελιους δὲ ὑπέμεινεν δοῦναι ἀπόκρισιν ιωβ ὅτι πρεσβύτεροι αὐτοῦ εἰσιν ἡμέραις 32:5 καὶ εἶδεν ελιους ὅτι οὐκ ἔστιν ἀπόκρισις ἐν στόματι τῶν τριῶν ἀνδρῶν καὶ ἐθυμώθη ὀργὴ αὐτοῦ 32:6 ὑπολαβὼν δὲ ελιους τοῦ βαραχιηλ βουζίτης εἶπεν νεώτερος μέν εἰμι τῷ χρόνῳ ὑμεῖς δέ ἐστε πρεσβύτεροι διὸ ἡσύχασα φοβηθεὶς τοῦ ὑμῖν ἀναγγεῖλαι τὴν ἐμαυτοῦ ἐπιστήμην 32:7 εἶπα δὲ ὅτι χρόνος ἐστὶν λαλῶν ἐν πολλοῖς δὲ ἔτεσιν οἴδασιν σοφίαν 32:8 ἀλλὰ πνεῦμά ἐστιν ἐν βροτοῖς πνοὴ δὲ παντοκράτορός ἐστιν διδάσκουσα 32:9 οὐχ οἱ πολυχρόνιοί εἰσιν σοφοί οὐδ' οἱ γέροντες οἴδασιν κρίμα 32:10 διὸ εἶπα ἀκούσατέ μου καὶ ἀναγγελῶ ὑμῖν οἶδα 32:11 ἐνωτίζεσθέ μου τὰ ῥήματα ἐρῶ γὰρ ὑμῶν ἀκουόντων ἄχρι οὗ ἐτάσητε λόγους 32:12 καὶ μέχρι ὑμῶν συνήσω καὶ ἰδοὺ οὐκ ἦν τῷ ιωβ ἐλέγχων ἀνταποκρινόμενος ῥήματα αὐτοῦ ἐξ ὑμῶν 32:13 ἵνα μὴ εἴπητε εὕρομεν σοφίαν κυρίῳ προσθέμενοι (32:14) ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα 32:14 ἀνθρώπῳ δὲ ἐπετρέψατε λαλῆσαι τοιαῦτα ῥήματα 32:15 ἐπτοήθησαν οὐκ ἀπεκρίθησαν ἔτι ἐπαλαίωσαν ἐξ αὐτῶν λόγους 32:16 ὑπέμεινα οὐ γὰρ ἐλάλησαν ὅτι ἔστησαν οὐκ ἀπεκρίθησαν 32:17 ὑπολαβὼν δὲ ελιους λέγει (32:18) πάλιν λαλήσω πλήρης γάρ εἰμι ῥημάτων ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός 32:18 πάλιν λαλήσω πλήρης γάρ εἰμι ῥημάτων ὀλέκει γάρ με τὸ πνεῦμα τῆς γαστρός 32:19 δὲ γαστήρ μου ὥσπερ ἀσκὸς γλεύκους ζέων δεδεμένος ὥσπερ φυσητὴρ χαλκέως ἐρρηγώς 32:20 λαλήσω ἵνα ἀναπαύσωμαι ἀνοίξας τὰ χείλη 32:21 ἄνθρωπον γὰρ οὐ μὴ αἰσχυνθῶ ἀλλὰ μὴν οὐδὲ βροτὸν οὐ μὴ ἐντραπῶ 32:22 οὐ γὰρ ἐπίσταμαι θαυμάσαι πρόσωπον εἰ δὲ μή καὶ ἐμὲ σῆτες ἔδονται


Septuagint - Public Domain