Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
Job 37
Colossians 1
Ezra 1
Definition וְאֹנוֹ
Joshua 1
Definition שָׁכַח
Definition יָסֶךְ
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
Job 37
Commentary
Submitted Translations
Papers/Articles
37:1
καὶ
ταύτης
ἐταράχθη
ἡ
καρδία
μου
καὶ
ἀπερρύη
ἐκ
τοῦ
τόπου
αὐτῆς
37:2
ἄκουε
ἀκοὴν
ἐν
ὀργῇ
θυμοῦ
κυρίου
καὶ
μελέτη
ἐκ
στόματος
αὐτοῦ
ἐξελεύσεται
37:3
ὑποκάτω
παντὸς
τοῦ
οὐρανοῦ
ἀρχὴ
αὐτοῦ
καὶ
τὸ
φῶς
αὐτοῦ
ἐπὶ
πτερύγων
τῆς
γῆς
37:4
ὀπίσω
αὐτοῦ
βοήσεται
φωνή
βροντήσει
ἐν
φωνῇ
ὕβρεως
αὐτοῦ
καὶ
οὐκ
ἀνταλλάξει
αὐτούς
ὅτι
ἀκούσει
φωνὴν
αὐτοῦ
37:5
βροντήσει
ὁ
ἰσχυρὸς
ἐν
φωνῇ
αὐτοῦ
θαυμάσια
ἐποίησεν
γὰρ
μεγάλα
ἃ
οὐκ
ᾔδειμεν
37:6
συντάσσων
χιόνι
γίνου
ἐπὶ
τῆς
γῆς
καὶ
χειμὼν
ὑετός
καὶ
χειμὼν
ὑετῶν
δυναστείας
αὐτοῦ
37:7
ἐν
χειρὶ
παντὸς
ἀνθρώπου
κατασφραγίζει
ἵνα
γνῷ
πᾶς
ἄνθρωπος
τὴν
ἑαυτοῦ
ἀσθένειαν
37:8
εἰσῆλθεν
δὲ
θηρία
ὑπὸ
σκέπην
ἡσύχασαν
δὲ
ἐπὶ
κοίτης
37:9
ἐκ
ταμιείων
ἐπέρχονται
δῖναι
ἀπὸ
δὲ
ἀκρωτηρίων
ψῦχος
37:10
καὶ
ἀπὸ
πνοῆς
ἰσχυροῦ
δώσει
πάγος
οἰακίζει
δὲ
τὸ
ὕδωρ
ὡς
ἐὰν
βούληται
37:11
καὶ
ἐκλεκτὸν
καταπλάσσει
νεφέλη
διασκορπιεῖ
νέφος
φῶς
αὐτοῦ
37:12
καὶ
αὐτὸς
κυκλώματα
διαστρέψει
ἐν
θεεβουλαθω
εἰς
ἔργα
αὐτῶν
πάντα
ὅσα
ἂν
ἐντείληται
αὐτοῖς
ταῦτα
συντέτακται
παρ'
αὐτοῦ
ἐπὶ
τῆς
γῆς
37:13
ἐὰν
εἰς
παιδείαν
ἐὰν
εἰς
τὴν
γῆν
αὐτοῦ
ἐὰν
εἰς
ἔλεος
εὑρήσει
αὐτόν
37:14
ἐνωτίζου
ταῦτα
ιωβ
στῆθι
νουθετοῦ
δύναμιν
κυρίου
37:15
οἴδαμεν
ὅτι
ὁ
θεὸς
ἔθετο
ἔργα
αὐτοῦ
φῶς
ποιήσας
ἐκ
σκότους
37:16
ἐπίσταται
δὲ
διάκρισιν
νεφῶν
ἐξαίσια
δὲ
πτώματα
πονηρῶν
37:17
σοῦ
δὲ
ἡ
στολὴ
θερμή
ἡσυχάζεται
δὲ
ἐπὶ
τῆς
γῆς
37:18
στερεώσεις
μετ'
αὐτοῦ
εἰς
παλαιώματα
ἰσχυραὶ
ὡς
ὅρασις
ἐπιχύσεως
37:19
διὰ
τί
δίδαξόν
με
τί
ἐροῦμεν
αὐτῷ
καὶ
παυσώμεθα
πολλὰ
λέγοντες
37:20
μὴ
βίβλος
ἢ
γραμματεύς
μοι
παρέστηκεν
ἵνα
ἄνθρωπον
ἑστηκὼς
κατασιωπήσω
37:21
πᾶσιν
δ'
οὐχ
ὁρατὸν
τὸ
φῶς
τηλαυγές
ἐστιν
ἐν
τοῖς
παλαιώμασιν
ὥσπερ
τὸ
παρ'
αὐτοῦ
ἐπὶ
νεφῶν
37:22
ἀπὸ
βορρᾶ
νέφη
χρυσαυγοῦντα
ἐπὶ
τούτοις
μεγάλη
ἡ
δόξα
καὶ
τιμὴ
παντοκράτορος
37:23
καὶ
οὐχ
εὑρίσκομεν
ἄλλον
ὅμοιον
τῇ
ἰσχύι
αὐτοῦ
ὁ
τὰ
δίκαια
κρίνων
οὐκ
οἴει
ἐπακούειν
αὐτόν
37:24
διὸ
φοβηθήσονται
αὐτὸν
οἱ
ἄνθρωποι
φοβηθήσονται
δὲ
αὐτὸν
καὶ
οἱ
σοφοὶ
καρδίᾳ
Septuagint
- Public Domain