Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Psalm 132

132:1 (131:1) ᾠδὴ τῶν ἀναβαθμῶν μνήσθητι κύριε τοῦ δαυιδ καὶ πάσης τῆς πραΰτητος αὐτοῦ 132:2 (131:2) ὡς ὤμοσεν τῷ κυρίῳ ηὔξατο τῷ θεῷ ιακωβ 132:3 (131:3) εἰ εἰσελεύσομαι εἰς σκήνωμα οἴκου μου εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου 132:4 (131:4) εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου καὶ τοῖς βλεφάροις μου νυσταγμὸν καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου 132:5 (131:5) ἕως οὗ εὕρω τόπον τῷ κυρίῳ σκήνωμα τῷ θεῷ ιακωβ 132:6 (131:6) ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν εφραθα εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ 132:7 (131:7) εἰσελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ προσκυνήσομεν εἰς τὸν τόπον οὗ ἔστησαν οἱ πόδες αὐτοῦ 132:8 (131:8) ἀνάστηθι κύριε εἰς τὴν ἀνάπαυσίν σου σὺ καὶ κιβωτὸς τοῦ ἁγιάσματός σου 132:9 (131:9) οἱ ἱερεῖς σου ἐνδύσονται δικαιοσύνην καὶ οἱ ὅσιοί σου ἀγαλλιάσονται 132:10 (131:10) ἕνεκεν δαυιδ τοῦ δούλου σου μὴ ἀποστρέψῃς τὸ πρόσωπον τοῦ χριστοῦ σου 132:11 (131:11) ὤμοσεν κύριος τῷ δαυιδ ἀλήθειαν καὶ οὐ μὴ ἀθετήσει αὐτήν ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τὸν θρόνον σου 132:12 (131:12) ἐὰν φυλάξωνται οἱ υἱοί σου τὴν διαθήκην μου καὶ τὰ μαρτύριά μου ταῦτα διδάξω αὐτούς καὶ οἱ υἱοὶ αὐτῶν ἕως τοῦ αἰῶνος καθιοῦνται ἐπὶ τοῦ θρόνου σου 132:13 (131:13) ὅτι ἐξελέξατο κύριος τὴν σιων ᾑρετίσατο αὐτὴν εἰς κατοικίαν ἑαυτῷ 132:14 (131:14) αὕτη κατάπαυσίς μου εἰς αἰῶνα αἰῶνος ὧδε κατοικήσω ὅτι ᾑρετισάμην αὐτήν 132:15 (131:15) τὴν θήραν αὐτῆς εὐλογῶν εὐλογήσω τοὺς πτωχοὺς αὐτῆς χορτάσω ἄρτων 132:16 (131:16) τοὺς ἱερεῖς αὐτῆς ἐνδύσω σωτηρίαν καὶ οἱ ὅσιοι αὐτῆς ἀγαλλιάσει ἀγαλλιάσονται 132:17 (131:17) ἐκεῖ ἐξανατελῶ κέρας τῷ δαυιδ ἡτοίμασα λύχνον τῷ χριστῷ μου 132:18 (131:18) τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου


Septuagint - Public Domain