Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Psalm 68

68:1 (67:1) εἰς τὸ τέλος τῷ δαυιδ ψαλμὸς ᾠδῆς (67:2) ἀναστήτω θεός καὶ διασκορπισθήτωσαν οἱ ἐχθροὶ αὐτοῦ καὶ φυγέτωσαν οἱ μισοῦντες αὐτὸν ἀπὸ προσώπου αὐτοῦ 68:2 (67:3) ὡς ἐκλείπει καπνός ἐκλιπέτωσαν ὡς τήκεται κηρὸς ἀπὸ προσώπου πυρός οὕτως ἀπόλοιντο οἱ ἁμαρτωλοὶ ἀπὸ προσώπου τοῦ θεοῦ 68:3 (67:4) καὶ οἱ δίκαιοι εὐφρανθήτωσαν ἀγαλλιάσθωσαν ἐνώπιον τοῦ θεοῦ τερφθήτωσαν ἐν εὐφροσύνῃ 68:4 (67:5) ᾄσατε τῷ θεῷ ψάλατε τῷ ὀνόματι αὐτοῦ ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν κύριος ὄνομα αὐτῷ καὶ ἀγαλλιᾶσθε ἐνώπιον αὐτοῦ ταραχθήσονται ἀπὸ προσώπου αὐτοῦ 68:5 (67:6) τοῦ πατρὸς τῶν ὀρφανῶν καὶ κριτοῦ τῶν χηρῶν θεὸς ἐν τόπῳ ἁγίῳ αὐτοῦ 68:6 (67:7) θεὸς κατοικίζει μονοτρόπους ἐν οἴκῳ ἐξάγων πεπεδημένους ἐν ἀνδρείᾳ ὁμοίως τοὺς παραπικραίνοντας τοὺς κατοικοῦντας ἐν τάφοις 68:7 (67:8) θεός ἐν τῷ ἐκπορεύεσθαί σε ἐνώπιον τοῦ λαοῦ σου ἐν τῷ διαβαίνειν σε ἐν τῇ ἐρήμῳ διάψαλμα 68:8 (67:9) γῆ ἐσείσθη καὶ γὰρ οἱ οὐρανοὶ ἔσταξαν ἀπὸ προσώπου τοῦ θεοῦ τοῦτο σινα ἀπὸ προσώπου τοῦ θεοῦ ισραηλ 68:9 (67:10) βροχὴν ἑκούσιον ἀφοριεῖς θεός τῇ κληρονομίᾳ σου καὶ ἠσθένησεν σὺ δὲ κατηρτίσω αὐτήν 68:10 (67:11) τὰ ζῷά σου κατοικοῦσιν ἐν αὐτῇ ἡτοίμασας ἐν τῇ χρηστότητί σου τῷ πτωχῷ θεός 68:11 (67:12) κύριος δώσει ῥῆμα τοῖς εὐαγγελιζομένοις δυνάμει πολλῇ 68:12 (67:13) βασιλεὺς τῶν δυνάμεων τοῦ ἀγαπητοῦ καὶ ὡραιότητι τοῦ οἴκου διελέσθαι σκῦλα 68:13 (67:14) ἐὰν κοιμηθῆτε ἀνὰ μέσον τῶν κλήρων πτέρυγες περιστερᾶς περιηργυρωμέναι καὶ τὰ μετάφρενα αὐτῆς ἐν χλωρότητι χρυσίου διάψαλμα 68:14 (67:15) ἐν τῷ διαστέλλειν τὸν ἐπουράνιον βασιλεῖς ἐπ' αὐτῆς χιονωθήσονται ἐν σελμων 68:15 (67:16) ὄρος τοῦ θεοῦ ὄρος πῖον ὄρος τετυρωμένον ὄρος πῖον 68:16 (67:17) ἵνα τί ὑπολαμβάνετε ὄρη τετυρωμένα τὸ ὄρος εὐδόκησεν θεὸς κατοικεῖν ἐν αὐτῷ καὶ γὰρ κύριος κατασκηνώσει εἰς τέλος 68:17 (67:18) τὸ ἅρμα τοῦ θεοῦ μυριοπλάσιον χιλιάδες εὐθηνούντων κύριος ἐν αὐτοῖς ἐν σινα ἐν τῷ ἁγίῳ 68:18 (67:19) ἀνέβης εἰς ὕψος ᾐχμαλώτευσας αἰχμαλωσίαν ἔλαβες δόματα ἐν ἀνθρώπῳ καὶ γὰρ ἀπειθοῦντες τοῦ κατασκηνῶσαι κύριος θεὸς εὐλογητός 68:19 (67:20) εὐλογητὸς κύριος ἡμέραν καθ' ἡμέραν κατευοδώσει ἡμῖν θεὸς τῶν σωτηρίων ἡμῶν διάψαλμα 68:20 (67:21) θεὸς ἡμῶν θεὸς τοῦ σῴζειν καὶ τοῦ κυρίου κυρίου αἱ διέξοδοι τοῦ θανάτου 68:21 (67:22) πλὴν θεὸς συνθλάσει κεφαλὰς ἐχθρῶν αὐτοῦ κορυφὴν τριχὸς διαπορευομένων ἐν πλημμελείαις αὐτῶν 68:22 (67:23) εἶπεν κύριος ἐκ βασαν ἐπιστρέψω ἐπιστρέψω ἐν βυθοῖς θαλάσσης 68:23 (67:24) ὅπως ἂν βαφῇ πούς σου ἐν αἵματι γλῶσσα τῶν κυνῶν σου ἐξ ἐχθρῶν παρ' αὐτοῦ 68:24 (67:25) ἐθεωρήθησαν αἱ πορεῖαί σου θεός αἱ πορεῖαι τοῦ θεοῦ μου τοῦ βασιλέως τοῦ ἐν τῷ ἁγίῳ 68:25 (67:26) προέφθασαν ἄρχοντες ἐχόμενοι ψαλλόντων ἐν μέσῳ νεανίδων τυμπανιστριῶν 68:26 (67:27) ἐν ἐκκλησίαις εὐλογεῖτε τὸν θεόν τὸν κύριον ἐκ πηγῶν ισραηλ 68:27 (67:28) ἐκεῖ βενιαμιν νεώτερος ἐν ἐκστάσει ἄρχοντες ιουδα ἡγεμόνες αὐτῶν ἄρχοντες ζαβουλων ἄρχοντες νεφθαλι 68:28 (67:29) ἔντειλαι θεός τῇ δυνάμει σου δυνάμωσον θεός τοῦτο κατειργάσω ἡμῖν 68:29 (67:30) ἀπὸ τοῦ ναοῦ σου ἐπὶ ιερουσαλημ σοὶ οἴσουσιν βασιλεῖς δῶρα 68:30 (67:31) ἐπιτίμησον τοῖς θηρίοις τοῦ καλάμου συναγωγὴ τῶν ταύρων ἐν ταῖς δαμάλεσιν τῶν λαῶν τοῦ μὴ ἀποκλεισθῆναι τοὺς δεδοκιμασμένους τῷ ἀργυρίῳ διασκόρπισον ἔθνη τὰ τοὺς πολέμους θέλοντα 68:31 (67:32) ἥξουσιν πρέσβεις ἐξ αἰγύπτου αἰθιοπία προφθάσει χεῖρα αὐτῆς τῷ θεῷ 68:32 (67:33) αἱ βασιλεῖαι τῆς γῆς ᾄσατε τῷ θεῷ ψάλατε τῷ κυρίῳ διάψαλμα 68:33 (67:34) ψάλατε τῷ θεῷ τῷ ἐπιβεβηκότι ἐπὶ τὸν οὐρανὸν τοῦ οὐρανοῦ κατὰ ἀνατολάς ἰδοὺ δώσει ἐν τῇ φωνῇ αὐτοῦ φωνὴν δυνάμεως 68:34 (67:35) δότε δόξαν τῷ θεῷ ἐπὶ τὸν ισραηλ μεγαλοπρέπεια αὐτοῦ καὶ δύναμις αὐτοῦ ἐν ταῖς νεφέλαις 68:35 (67:36) θαυμαστὸς θεὸς ἐν τοῖς ἁγίοις αὐτοῦ θεὸς ισραηλ αὐτὸς δώσει δύναμιν καὶ κραταίωσιν τῷ λαῷ αὐτοῦ εὐλογητὸς θεός


Septuagint - Public Domain