Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Psalm 81

81:1 (80:1) εἰς τὸ τέλος ὑπὲρ τῶν ληνῶν τῷ ασαφ ψαλμός (80:2) ἀγαλλιᾶσθε τῷ θεῷ τῷ βοηθῷ ἡμῶν ἀλαλάξατε τῷ θεῷ ιακωβ 81:2 (80:3) λάβετε ψαλμὸν καὶ δότε τύμπανον ψαλτήριον τερπνὸν μετὰ κιθάρας 81:3 (80:4) σαλπίσατε ἐν νεομηνίᾳ σάλπιγγι ἐν εὐσήμῳ ἡμέρᾳ ἑορτῆς ἡμῶν 81:4 (80:5) ὅτι πρόσταγμα τῷ ισραηλ ἐστὶν καὶ κρίμα τῷ θεῷ ιακωβ 81:5 (80:6) μαρτύριον ἐν τῷ ιωσηφ ἔθετο αὐτὸν ἐν τῷ ἐξελθεῖν αὐτὸν ἐκ γῆς αἰγύπτου γλῶσσαν ἣν οὐκ ἔγνω ἤκουσεν 81:6 (80:7) ἀπέστησεν ἀπὸ ἄρσεων τὸν νῶτον αὐτοῦ αἱ χεῖρες αὐτοῦ ἐν τῷ κοφίνῳ ἐδούλευσαν 81:7 (80:8) ἐν θλίψει ἐπεκαλέσω με καὶ ἐρρυσάμην σε ἐπήκουσά σου ἐν ἀποκρύφῳ καταιγίδος ἐδοκίμασά σε ἐπὶ ὕδατος ἀντιλογίας διάψαλμα 81:8 (80:9) ἄκουσον λαός μου καὶ διαμαρτύρομαί σοι ισραηλ ἐὰν ἀκούσῃς μου 81:9 (80:10) οὐκ ἔσται ἐν σοὶ θεὸς πρόσφατος οὐδὲ προσκυνήσεις θεῷ ἀλλοτρίῳ 81:10 (80:11) ἐγὼ γάρ εἰμι κύριος θεός σου ἀναγαγών σε ἐκ γῆς αἰγύπτου πλάτυνον τὸ στόμα σου καὶ πληρώσω αὐτό 81:11 (80:12) καὶ οὐκ ἤκουσεν λαός μου τῆς φωνῆς μου καὶ ισραηλ οὐ προσέσχεν μοι 81:12 (80:13) καὶ ἐξαπέστειλα αὐτοὺς κατὰ τὰ ἐπιτηδεύματα τῶν καρδιῶν αὐτῶν πορεύσονται ἐν τοῖς ἐπιτηδεύμασιν αὐτῶν 81:13 (80:14) εἰ λαός μου ἤκουσέν μου ισραηλ ταῖς ὁδοῖς μου εἰ ἐπορεύθη 81:14 (80:15) ἐν τῷ μηδενὶ ἂν τοὺς ἐχθροὺς αὐτῶν ἐταπείνωσα καὶ ἐπὶ τοὺς θλίβοντας αὐτοὺς ἐπέβαλον τὴν χεῖρά μου 81:15 (80:16) οἱ ἐχθροὶ κυρίου ἐψεύσαντο αὐτῷ καὶ ἔσται καιρὸς αὐτῶν εἰς τὸν αἰῶνα 81:16 (80:17) καὶ ἐψώμισεν αὐτοὺς ἐκ στέατος πυροῦ καὶ ἐκ πέτρας μέλι ἐχόρτασεν αὐτούς


Septuagint - Public Domain