Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
1 Corinthians 14
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
1 Corinthians 14
Commentary
Submitted Translations
Papers/Articles
14:1
Διώκετε
τὴν
ἀγάπην,
ζηλοῦτε
δὲ
τὰ
πνευματικά,
μᾶλλον
δὲ
ἵνα
προφητεύητε.
14:2
ὁ
γὰρ
λαλῶν
γλώσσῃ
οὐκ
ἀνθρώποις
λαλεῖ
ἀλλὰ
θεῷ·
οὐδεὶς
γὰρ
ἀκούει,
πνεύματι
δὲ
λαλεῖ
μυστήρια·
14:3
ὁ
δὲ
προφητεύων
ἀνθρώποις
λαλεὶ
οἰκοδομὴν
καὶ
παράκλησιν
καὶ
παραμυθίαν.
14:4
ὁ
λαλῶν
γλώσσῃ
ἑαυτὸν
οἰκοδομεῖ·
ὁ
δὲ
προφητεύων
ἐκκλησίαν
οἰκοδομεῖ.
14:5
θέλω
δὲ
πάντας
ὑμᾶς
λαλεῖν
γλώσσαις,
μᾶλλον
δὲ
ἵνα
προφητεύητε·
μείζων
δὲ
ὁ
προφητεύων
ἢ
ὁ
λαλῶν
γλώσσαις
ἐκτὸς
εἰ
μὴ
διερμηνεύῃ,
ἵνα
ἡ
ἐκκλησία
οἰκοδομὴν
λάβῃ.
14:6
Νῦν
δὲ,
ἀδελφοί,
ἐὰν
ἔλθω
πρὸς
ὑμᾶς
γλώσσαις
λαλῶν,
τί
ὑμᾶς
ὠφελήσω
ἐὰν
μὴ
ὑμῖν
λαλήσω
ἢ
ἐν
ἀποκαλύψει
ἢ
ἐν
γνώσει
ἢ
ἐν
προφητείᾳ
ἢ
ἐν
διδαχῇ;.
14:7
ὅμως
τὰ
ἄψυχα
φωνὴν
διδόντα,
εἴτε
αὐλὸς
εἴτε
κιθάρα,
ἐὰν
διαστολὴν
τοῖς
φθόγγοις
μὴ
δῷ,
πῶς
γνωσθήσεται
τὸ
αὐλούμενον
ἢ
τὸ
κιθαριζόμενον;.
14:8
καὶ
γὰρ
ἐὰν
ἄδηλον
σάλπιγξ
φωνὴν
δῷ,
τίς
παρασκευάσεται
εἰς
πόλεμον;.
14:9
οὕτως
καὶ
ὑμεῖς
διὰ
τῆς
γλώσσης
ἐὰν
μὴ
εὔσημον
λόγον
δῶτε,
πῶς
γνωσθήσεται
τὸ
λαλούμενον;
ἔσεσθε
γὰρ
εἰς
ἀέρα
λαλοῦντες.
14:10
τοσαῦτα
εἰ
τύχοι
γένη
φωνῶν
εἰσιν
ἐν
κόσμῳ
καὶ
οὐδὲν
ἄφωνον·
14:11
ἐὰν
οὖν
μὴ
εἰδῶ
τὴν
δύναμιν
τῆς
φωνῆς,
ἔσομαι
τῷ
λαλοῦντι
βάρβαρος
καὶ
ὁ
λαλῶν
ἐν
ἐμοὶ
βάρβαρος.
14:12
οὕτως
καὶ
ὑμεῖς,
ἐπεὶ
ζηλωταί
ἐστε
πνευμάτων
πρὸς
τὴν
οἰκοδομὴν
τῆς
ἐκκλησίας
ζητεῖτε
ἵνα
περισσεύητε.
14:13
Διὸ
ὁ
λαλῶν
γλώσσῃ
προσευχέσθω
ἵνα
διερμηνεύῃ.
14:14
ἐὰν
[γὰρ]
προσεύχωμαι
γλώσσῃ
τὸ
πνεῦμα
μου
προσεύχεται,
ὁ
δὲ
νοῦς
μου
ἄκαρπος
ἐστιν.
14:15
τί
οὖν
ἐστιν;
προσεύξομαι
τῷ
πνεύματι,
προσεύξομαι
δὲ
καὶ
τῷ
νοΐ·
ψαλῶ
τᾦ
πνεύματι,
ψαλῶ
[δὲ]
καὶ
τῷ
νοΐ.
14:16
ἐπεὶ
ἐὰν
εὐλογῇς
[ἐν]
πνεύματι,
ὁ
ἀναπληρῶν
τὸν
τόπον
τοῦ
ἰδιώτου
πῶς
ἐρεῖ
τὸ
ἀμὴν
ἐπὶ
τῇ
σῇ
εὐχαριστίᾳ;
ἐπειδὴ
τί
λέγεις
οὐκ
οἶδεν·
14:17
σὺ
μὲν
γὰρ
καλῶς
εὐχαριστεῖς
ἀλλ'
ὁ
ἕτερος
οὐκ
οἰκοδομεῖται.
14:18
Εὐχαριστῶ
τῷ
θεῷ,
πάντων
ὑμῶν
μᾶλλον
γλώσσαις
λαλῶ·
14:19
ἀλλὰ
ἐν
ἐκκλησίᾳ
θέλω
πέντε
λόγους
τῷ
νοΐ
μου
λαλῆσαι,
ἵνα
καὶ
ἄλλους
κατηχήσω,
ἢ
μυρίους
λόγους
ἐν
γλώσσῃ.
14:20
Ἀδελφοί,
μὴ
παιδία
γίνεσθε
ταῖς
φρεσὶν
ἀλλὰ
τῇ
κακίᾳ
νηπιάζετε,
ταῖς
δὲ
φρεσὶν
τέλειοι
γίνεσθε.
14:21
ἐν
τῷ
νόμῳ
γέγραπται
ὅτι
ἐν
ἑτερογλώσσοις
καὶ
ἐν
χείλεσιν
ἑτέρων
λαλήσω
τῷ
λαῷ
τούτῳ
καὶ
οὐδ'
οὕτως
εἰσακούσονται
μου,
λέγει
κύριος.
14:22
ὥστε
αἱ
γλῶσσαι
εἰς
σημεῖον
εἰσιν
οὐ
τοῖς
πιστεύουσιν
ἀλλὰ
τοῖς
ἀπίστοις,
ἡ
δὲ
προφητεία
οὐ
τοῖς
ἀπίστοις
ἀλλὰ
τοῖς
πιστεύουσιν.
14:23
Ἐὰν
οὖν
συνέλθῃ
ἡ
ἐκκλησία
ὅλη
ἐπὶ
τὸ
αὐτὸ
καὶ
πάντες
λαλῶσιν
γλώσσαις,
εἰσέλθωσιν
δὲ
ἰδιῶται
ἢ
ἄπιστοι
οὐκ
ἐροῦσιν
ὅτι
μαίνεσθε;.
14:24
ἐὰν
δὲ
πάντες
προφητεύωσιν,
εἰσέλθῃ
δὲ
τις
ἄπιστος
ἢ
ἰδιώτης
ἐλέγχεται
ὑπὸ
πάντων,
ἀνακρίνεται
ὑπὸ
πάντων,
14:25
τὰ
κρυπτὰ
τῆς
καρδίας
αὐτοῦ
φανερὰ
γίνεται,
καὶ
οὕτως
πεσὼν
ἐπὶ
πρόσωπον
προσκυνήσει
τῷ
θεῷ
ἀπαγγέλλων
ὅτι
ὄντως
ὁ
θεὸς
ἐν
ὑμῖν
ἐστιν.
14:26
Τί
οὖν
ἐστιν,
ἀδελφοί;
ὅταν
συνέρχησθε,
ἕκαστος
ψαλμὸν
ἔχει,
διδαχὴν
ἔχει,
ἀποκάλυψιν
ἔχει,
γλῶσσαν
ἔχει,
ἑρμηνείαν
ἔχει·
πάντα
πρὸς
οἰκοδομὴν
γινέσθω.
14:27
εἴτε
γλώσσῃ
τις
λαλεῖ,
κατὰ
δύο
ἢ
τὸ
πλεῖστον
τρεῖς
καὶ
ἀνὰ
μέρος,
καὶ
εἷς
διερμηνευέτω·
14:28
ἐὰν
δὲ
μὴ
ᾖ
διερμηνευτής,
σιγάτω
ἐν
ἐκκλησίᾳ,
ἑαυτῷ
δὲ
λαλείτω
καὶ
τῷ
θεῷ.
14:29
προφῆται
δὲ
δύο
ἢ
τρεῖς
λαλείτωσαν
καὶ
οἱ
ἄλλοι
διακρινέτωσαν·
14:30
ἐὰν
δὲ
ἄλλῳ
ἀποκαλυφθῇ
καθημένῳ,
ὁ
πρῶτος
σιγάτω.
14:31
δύνασθε
γὰρ
καθ'
ἕνα
πάντες
προφητεύειν,
ἵνα
πάντες
μανθάνωσιν
καὶ
πάντες
παρακαλῶνται.
14:32
καὶ
πνεύματα
προφητῶν
προφήταις
ὑποτάσσεται,
14:33
οὐ
γάρ
ἐστιν
ἀκαταστασίας
ὁ
θεὸς
ἀλλὰ
εἰρήνης.
Ὡς
ἐν
πάσαις
ταῖς
ἐκκλησίαις
τῶν
ἁγίων.
14:34
αἱ
γυναῖκες
ἐν
ταῖς
ἐκκλησίαις
σιγάτωσαν·
οὐ
γὰρ
ἐπιτρέπεται
αὐταῖς
λαλεῖν,
ἀλλὰ
ὑποτασσέσθωσαν,
καθὼς
καὶ
ὁ
νόμος
λέγει.
14:35
εἰ
δέ
τι
μανθάνειν
θέλουσιν,
ἐν
οἴκω
τοὺς
ἰδίους
ἄνδρας
ἐπερωτάτωσαν·
αἰσχρὸν
γάρ
ἐστιν
γυναικὶ
λαλεῖν
ἐν
ἐκκλησίᾳ.
14:36
ἢ
ἀφ'
ὑμῶν
ὁ
λόγος
τοῦ
θεοῦ
ἐξῆλθεν,
ἢ
εἰς
ὑμᾶς
μόνους
κατήντησεν;.
14:37
Εἴ
τις
δοκεῖ
προφήτης
εἶναι
ἢ
πνευματικός,
ἐπιγινωσκέτω
ἃ
γράφω
ὑμῖν
ὅτι
κυρίου
ἐστὶν
ἐντολή·
14:38
εἰ
δέ
τις
ἀγνοεῖ,
αγνοεῖται.
14:39
Ὥστε,
ἀδελφοί
μου,
ζηλοῦτε
τὸ
προφητεύειν
καὶ
τὸ
λαλεῖν
μὴ
κωλύετε
γλώσσαις·
14:40
πάντα
δὲ
εὐσχημόνως
καὶ
κατὰ
τάξιν
γινέσθω.
Westcott-Hort Greek NT
- Public Domain