Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
1 Timothy 6
2 John 1
Romans 12
Philippians 2
Jude 1
Romans 13
Romans 10
Romans 16
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
1 Timothy 6
Commentary
Submitted Translations
Papers/Articles
6:1
Ὅσοι
εἰσὶν
ὑπὸ
ζυγὸν
δοῦλοι,
τοὺς
ἰδίους
δεσπότας
πάσης
τιμῆς
ἀξίους
ἠγείσθωσαν,
ἵνα
μὴ
τὸ
ὄνομα
τοῦ
θεοῦ
καὶ
ἡ
διδασκαλία
βλασφημῆται.
6:2
οἱ
δὲ
πιστοὺς
ἔχοντες
δεσπότας
μὴ
καταφρονείτωσαν,
ὅτι
ἀδελφοί
εἰσιν,
ἀλλὰ
μᾶλλον
δουλευέτωσαν,
ὅτι
πιστοί
εἰσιν
καὶ
ἀγαπητοὶ
οἱ
τῆς
εὐεργεσίας
ἀντιλαμβανόμενοι.
Ταῦτα
δίδασκε
καὶ
παρακάλει.
6:3
εἴ
τις
ἑτεροδιδασκαλεῖ
καὶ
μὴ
προσέρχεται
ὑγιαίνουσιν
λόγοις
τοῖς
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ
καὶ
τῇ
κατ'
εὐσέβειαν
διδασκαλίᾳ,
6:4
τετύφωται,
μηδὲν
ἐπιστάμενος,
ἀλλὰ
νοσῶν
περὶ
ζητήσεις
καὶ
λογομαχίας,
ἐξ
ὧν
γίνεται
φθόνος
ἔρις
βλασφημίαι,
ὑπόνοιαι
πονηραί,
6:5
διαπαρατριβαὶ
διεφθαρμένων
ἀνθρώπων
τὸν
νοῦν
καὶ
ἀπεστερημένων
τῆς
ἀληθείας,
νομίζοντων
πορισμὸν
εἶναι
τὴν
εὐσέβειαν.
6:6
ἔστιν
δὲ
πορισμὸς
μέγας
ἡ
εὐσέβεια
μετὰ
αὐταρκείας·
6:7
οὐδὲν
γὰρ
εἰσηνέγκαμεν
εἰς
τὸν
κόσμον,
ὅτι
οὐδὲ
ἐξενεγκεῖν
τι
δυνάμεθα·
6:8
ἔχοντες
δὲ
διατροφὰς
καὶ
σκεπάσματα,
τούτοις
ἀρκεσθησόμεθα.
6:9
οἱ
δὲ
βουλόμενοι
πλουτεῖν
ἐμπίπτουσιν
εἰς
πειρασμὸν
καὶ
παγίδα
καὶ
ἐπιθυμίας
πολλὰς
ἀνοήτους
καὶ
βλαβεράς,
αἵτινες
βυθίζουσιν
τοὺς
ἀνθρώπους
εἰς
ὄλεθρον
καὶ
ἀπώλειαν.
6:10
ῥίζα
γὰρ
πάντων
τῶν
κακῶν
ἐστιν
ἡ
φιλαργυρία,
ἧς
τινες
ὀρεγόμενοι
ἀπεπλανήθησαν
ἀπὸ
τῆς
πίστεως
καὶ
ἑαυτοὺς
περιέπειραν
ὀδύναις
πολλαῖς.
6:11
Σὺ
δέ,
ὦ
ἄνθρωπε
θεοῦ
ταῦτα
φεῦγε·
δίωκε
δὲ
δικαιοσύνην
εὐσέβειαν
πίστιν,
ἀγάπην
ὑπομονὴν
πραϋπαθίαν.
6:12
ἀγωνίζου
τὸν
καλὸν
ἀγῶνα
τῆς
πίστεως,
ἐπιλαβοῦ
τῆς
αἰωνίου
ζωῆς,
εἰς
ἣν
ἐκλήθης
καὶ
ὡμολόγησας
τὴν
καλὴν
ὁμολογίαν
ἐνώπιον
πολλῶν
μαρτύρων.
6:13
παραγγέλλω
σοι
ἐνώπιον
τοῦ
θεοῦ
τοῦ
ζωογονοῦντος
τὰ
πάντα
καὶ
Χριστοῦ
Ἰησοῦ
τοῦ
μαρτυρήσαντος
ἐπὶ
Ποντίου
Πιλάτου
τὴν
καλὴν
ὁμολογίαν,
6:14
τηρῆσαι
σε
τὴν
ἐντολὴν
ἄσπιλον
ἀνεπίλημπτον
μέχρι
τῆς
ἐπιφανείας
τοῦ
κυρίου
ἡμῶν
Ἰησοῦ
Χριστοῦ,
6:15
ἣν
καιροῖς
ἰδίοις
δείξει
ὁ
μακάριος
καὶ
μόνος
δυνάστης,
ὁ
βασιλεὺς
τῶν
βασιλευόντων
καὶ
κύριος
τῶν
κυριευόντων,
6:16
ὁ
μόνος
ἔχων
ἀθανασίαν,
φῶς
οἰκῶν
ἀπρόσιτον,
ὃν
εἶδεν
οὐδεὶς
ἀνθρώπων
οὐδὲ
ἰδεῖν
δύναται·
ᾧ
τιμὴ
καὶ
κράτος
αἰώνιον,
ἀμήν.
6:17
Τοῖς
πλουσίοις
ἐν
τῷ
νῦν
αἰῶνι
παράγγελλε
μὴ
ὑψηλοφρονεῖν,
μηδὲ
ἠλπικέναι
ἐπὶ
πλούτου
ἀδηλότητι
ἀλλ'
ἐπὶ
θεῷ
τῷ
παρέχοντι
ἡμῖν
πάντα
πλουσίως
εἰς
ἀπόλαυσιν,
6:18
ἀγαθοεργεῖν,
πλουτεῖν
ἐν
ἔργοις
καλοῖς,
εὐμεταδότους
εἶναι
κοινωνικούς,
6:19
ἀποθησαυρίζοντας
ἑαυτοῖς
θεμέλιον
καλὸν
εἰς
τὸ
μέλλον,
ἵνα
ἐπιλάβωνται
τῆς
ὄντως
ζωῆς.
6:20
Ὦ
Τιμόθεε,
τὴν
παραθήκην
φύλαξον
ἐκτρεπόμενος
τὰς
βεβήλους
κενοφωνίας
καὶ
ἀντιθέσεις
τῆς
ψευδωνύμου
γνώσεως,
6:21
ἥν
τινες
ἐπαγγελλόμενοι
περὶ
τὴν
πίστιν
ἠστόχησαν.
Ἡ
χάρις
μεθ'
ὑμῶν.
Westcott-Hort Greek NT
- Public Domain