Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
2 Corinthians 11
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
2 Corinthians 11
Commentary
Submitted Translations
Papers/Articles
11:1
Ὄφελον
ἀνείχεσθε
μου
μικρόν
τι
ἀφροσύνης·
ἀλλὰ
καὶ
ἀνέχεσθε
μου.
11:2
ζηλῶ
γὰρ
ὑμᾶς
θεοῦ
ζήλῳ,
ἡρμοσάμην
γὰρ
ὑμᾶς
ἑνὶ
ἀνδρὶ
παρθένον
ἁγνὴν
παραστῆσαι
τῷ
Χριστῷ·
11:3
φοβοῦμαι
δὲ
μή
πως,
ὡς
ὁ
ὄφις
ἐξηπάτησεν
Εὕαν
ἐν
τῇ
πανουργίᾳ
αὐτοῦ,
φθαρῇ
τὰ
νοήματα
ὑμῶν
ἀπὸ
τῆς
ἁπλότητος
[καὶ
τῆς
ἁγνότητος]
τῆς
εἰς
τὸν
Χριστόν.
11:4
εἰ
μὲν
γὰρ
ὁ
ἐρχόμενος
ἄλλον
Ἰησοῦν
κηρύσσει
ὃν
οὐκ
ἐκηρύξαμεν,
ἢ
πνεῦμα
ἕτερον
λαμβάνετε
ὃ
οὐκ
ἐλάβετε,
ἢ
εὐαγγέλιον
ἕτερον
ὃ
οὐκ
ἐδέξασθε,
καλῶς
ἀνέχεσθε.
11:5
Λογίζομαι
γὰρ
μηδὲν
ὑστερηκέναι
τῶν
ὑπερλίαν
ἀποστόλων.
11:6
εἰ
δὲ
καὶ
ἰδιώτης
τῷ
λόγῳ,
ἀλλ'
οὐ
τῇ
γνώσει,
ἀλλ'
ἐν
παντὶ
φανερώσαντες
ἐν
πᾶσιν
εἰς
ὑμᾶς.
11:7
Ἢ
ἁμαρτίαν
ἐποίησα
ἐμαυτὸν
ταπεινῶν
ἵνα
ὑμεῖς
ὑψωθῆτε,
ὅτι
δωρεὰν
τὸ
τοῦ
θεοῦ
εὐαγγέλιον
εὐηγγελισάμην
ὑμῖν;.
11:8
ἄλλας
ἐκκλησίας
ἐσύλησα
λαβὼν
ὀψώνιον
πρὸς
τὴν
ὑμῶν
διακονίαν,
11:9
καὶ
παρὼν
πρὸς
ὑμᾶς
καὶ
ὑστερηθεὶς
οὐ
κατενάρκησα
οὐθενός·
τὸ
γὰρ
ὑστέρημα
μου
προσανεπλήρωσαν
οἱ
ἀδελφοὶ
ἐλθόντες
ἀπὸ
Μακεδονίας,
καὶ
ἐν
παντὶ
ἀβαρῆ
ἐμαυτὸν
ὑμῖν
ἐτήρησα
καὶ
τηρήσω.
11:10
ἔστιν
ἀλήθεια
Χριστοῦ
ἐν
ἐμοὶ
ὅτι
ἡ
καύχησις
αὕτη
οὐ
φραγήσεται
εἰς
ἐμὲ
ἐν
τοῖς
κλίμασιν
τῆς
Ἀχαΐας.
11:11
διὰ
τί;
ὅτι
οὐκ
ἀγαπῶ
ὑμᾶς,
ὁ
θεὸς
οἶδεν.
11:12
Ὃ
δὲ
ποιῶ,
καὶ
ποιήσω,
ἵνα
ἐκκόψω
τὴν
ἀφορμὴν
τῶν
θελόντων
ἀφορμήν,
ἵνα
ἐν
ᾧ
καυχῶνται
εὑρεθῶσιν
καθὼς
καὶ
ἡμεῖς.
11:13
οἱ
γὰρ
τοιοῦτοι
ψευδαπόστολοι,
ἐργάται
δόλιοι
μετασχηματιζόμενοι
εἰς
ἀποστόλους
Χριστοῦ.
11:14
καὶ
οὐ
θαῦμα·
αὐτὸς
γὰρ
ὁ
σατανᾶς
μετασχηματίζεται
εἰς
ἄγγελον
φωτός.
11:15
οὐ
μέγα
οὖν
εἰ
καὶ
οἱ
διάκονοι
αὐτοῦ
μετασχηματίζονται
ὡς
διάκονοι
δικαιοσύνης·
ὧν
τὸ
τέλος
ἔσται
κατὰ
τὰ
ἔργα
αὐτῶν.
11:16
Πάλιν
λέγω,
μή
τίς
με
δόξῃ
ἄφρονα
εἶναι·
εἰ
δὲ
μή
γε,
κἂν
ὡς
ἄφρονα
δέξασθε
με,
ἵνα
κἀγὼ
μικρόν
τι
καυχήσωμαι.
11:17
ὃ
λαλῶ,
οὐ
κατὰ
κύριον
λαλῶ
ἀλλ'
ὡς
ἐν
ἀφροσύνῃ,
ἐν
ταύτῃ
τῇ
ὑποστάσει
τῆς
καυχήσεως.
11:18
ἐπεὶ
πολλοὶ
καυχῶνται
κατὰ
[τὴν]
σάρκα,
κἀγὼ
καυχήσομαι.
11:19
ἡδέως
γὰρ
ἀνέχεσθε
τῶν
ἀφρόνων
φρόνιμοι
ὄντες·
11:20
ἀνέχεσθε
γὰρ
εἴ
τις
ὑμᾶς
καταδουλοῖ
εἴ
τις
κατεσθίει,
εἴ
τις
λαμβάνει,
εἴ
τις
ἐπαίρεται,
εἴ
τις
εἰς
πρόσωπον
ὑμᾶς
δέρει.
11:21
κατὰ
ἀτιμίαν
λέγω,
ὡς
ὅτι
ἡμεῖς
ἠσθενήκαμεν.
Ἐν
ᾧ
δ'
ἄν
τις
τολμᾷ,
ἐν
ἀφροσύνῃ
λέγω,
τολμῶ
κἀγώ.
11:22
Ἑβραῖοι
εἰσιν;
κἀγώ.
Ἰσραηλῖται
εἰσιν;
κἀγώ.
σπέρμα
Ἀβραάμ
εἰσιν;
κἀγώ.
11:23
διάκονοι
Χριστοῦ
εἰσιν;
παραφρονῶν
λαλῶ,
ὑπὲρ
ἐγώ·
ἐν
κόποις
περισσοτέρως,
ἐν
φυλακαῖς
περισσοτέρως,
ἐν
πληγαῖς
ὑπερβαλλόντως,
ἐν
θανάτοις
πολλάκις.
11:24
Ὑπὸ
Ἰουδαίων
πεντάκις
τεσσεράκοντα
παρὰ
μίαν
ἔλαβον,
11:25
τρὶς
ἐρραβδίσθην,
ἅπαξ
ἐλιθάσθην,
τρὶς
ἐναυάγησα,
νυχθήμερον
ἐν
τῷ
βυθῷ
πεποίηκα·
11:26
ὁδοιπορίαις
πολλάκις,
κινδύνοις
ποταμῶν,
κινδύνοις
λῃστῶν,
κινδύνοις
ἐκ
γένους,
κινδύνοις
ἐξ
ἐθνῶν,
κινδύνοις
ἐν
πόλει,
κινδύνοις
ἐν
ἐρημίᾳ,
κινδύνοις
ἐν
θαλάσσῃ,
κινδύνοις
ἐν
ψευδαδέλφοις,
11:27
κόπῳ
καὶ
μόχθῳ,
ἐν
ἀγρυπνίαις
πολλάκις,
ἐν
λιμῷ
καὶ
δίψει,
ἐν
νηστείαις
πολλάκις,
ἐν
ψύχει
καὶ
γυμνότητι·
11:28
χωρὶς
τῶν
παρεκτὸς
ἡ
ἐπίστασις
μοι
ἡ
καθ'
ἡμέραν,
ἡ
μέριμνα
πασῶν
τῶν
ἐκκλησιῶν.
11:29
τίς
ἀσθενεῖ
καὶ
οὐκ
ἀσθενῶ;
τίς
σκανδαλίζεται
καὶ
οὐκ
ἐγὼ
πυροῦμαι;.
11:30
Εἰ
καυχᾶσθαι
δεῖ
τὰ
τῆς
ἀσθενείας
[μου]
καυχήσομαι.
11:31
ὁ
θεὸς
καὶ
πατὴρ
τοῦ
κυρίου
Ἰησοῦ
οἶδεν,
ὁ
ὢν
εὐλογητὸς
εἰς
τοὺς
αἰῶνας,
ὅτι
οὐ
ψεύδομαι.
11:32
ἐν
Δαμασκῷ
ὁ
ἐθνάρχης
Ἁρέτα
τοῦ
βασιλέως
ἐφρούρει
τὴν
πόλιν
Δαμασκηνῶν
πιάσαι
με,
11:33
καὶ
διὰ
θυρίδος
ἐν
σαργάνῃ
ἐχαλάσθην
διὰ
τοῦ
τείχους
καὶ
ἐξέφυγον
τὰς
χεῖρας
αὐτοῦ.
Westcott-Hort Greek NT
- Public Domain