Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
2 Corinthians 6
James 5
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
2 Corinthians 6
Commentary
Submitted Translations
Papers/Articles
6:1
Συνεργοῦντες
δὲ
καὶ
παρακαλοῦμεν
μὴ
εἰς
κενὸν
τὴν
χάριν
τοῦ
θεοῦ
δέξασθαι
ὑμᾶς·
6:2
λέγει
γάρ
καιρῷ
δεκτῷ
ἐπήκουσα
σου
καὶ
ἐν
ἡμέρᾳ
σωτηρίας
ἐβοήθησα
σοι.
ἰδοὺ
νῦν
καιρὸς
εὐπρόσδεκτος,
ἰδοὺ
νῦν
ἡμέρα
σωτηρίας.
6:3
Μηδεμίαν
ἐν
μηδενὶ
διδόντες
προσκοπήν,
ἵνα
μὴ
μωμηθῇ
ἡ
διακονία.
6:4
ἀλλ'
ἐν
παντὶ
συνιστάνοντες
ἑαυτοὺς
ὡς
θεοῦ
διάκονοι,
ἐν
ὑπομονῇ
πολλῇ,
ἐν
θλίψεσιν,
ἐν
ἀνάγκαις,
ἐν
στενοχωρίαις,
6:5
ἐν
πληγαῖς,
ἐν
φυλακαῖς,
ἐν
ἀκαταστασίαις,
ἐν
κόποις,
ἐν
ἀγρυπνίαις,
ἐν
νηστείαις,
6:6
ἐν
ἁγνότητι,
ἐν
γνώσει,
ἐν
μακροθυμίᾳ,
ἐν
χρηστότητι,
ἐν
πνεύματι
ἁγίῳ,
ἐν
ἀγάπῃ
ἀνυποκρίτῳ,
6:7
ἐν
λόγῳ
ἀληθείας,
ἐν
δυνάμει
θεοῦ·
διὰ
τῶν
ὅπλων
τῆς
δικαιοσύνης
τῶν
δεξιῶν
καῖ
ἀριστερῶν,
6:8
διὰ
δόξης
καὶ
ἀτιμίας,
διὰ
δυσφημίας
καὶ
εὐφημίας·
ὡς
πλάνοι
καὶ
ἀληθεῖς,
6:9
ὡς
ἀγνοούμενοι
καὶ
ἐπιγινωσκόμενοι,
ὡς
ἀποθνῄσκοντες
καὶ
ἰδοὺ
ζῶμεν,
ὡς
παιδευόμενοι
καὶ
μὴ
θανατούμενοι,
6:10
ὡς
λυπούμενοι
ἀεὶ
δὲ
χαίροντες,
ὡς
πτωχοὶ
πολλοὺς
δὲ
πλουτίζοντες,
ὡς
μηδὲν
ἔχοντες
καὶ
πάντα
κατέχοντες.
6:11
Τὸ
στόμα
ἡμῶν
ἀνέῳγεν
πρὸς
ὑμᾶς,
Κορίνθιοι,
ἡ
καρδία
ἡμῶν
πεπλάτυνται·
6:12
οὐ
στενοχωρεῖσθε
ἐν
ἡμῖν
στενοχωρεῖσθε
δὲ
ἐν
τοῖς
σπλάγχνοις
ὑμῶν·
6:13
τὴν
δὲ
αὐτὴν
ἀντιμισθίαν,
ὡς
τέκνοις
λέγω,
πλατύνθητε
καὶ
ὑμεῖς.
6:14
Μὴ
γίνεσθε
ἑτεροζυγοῦντες
ἀπίστοις·
τίς
γὰρ
μετοχὴ
δικαιοσύνῃ
καὶ
ἀνομίᾳ,
ἢ
τίς
κοινωνία
φωτὶ
πρὸς
σκότος;.
6:15
τίς
δὲ
συμφώνησις
Χριστοῦ
πρὸς
Βελιάρ,
ἢ
τίς
μέρις
πιστῷ
μετὰ
ἀπίστου;.
6:16
τίς
δὲ
συγκατάθεσις
ναῷ
θεοῦ
μετὰ
εἰδώλων;
ἡμεῖς
γὰρ
ναὸς
θεοῦ
ἐσμεν
ζῶντος,
καθὼς
εἶπεν
ὁ
θεὸς
ὅτι
ἐνοικήσω
ἐν
αὐτοῖς
καὶ
ἐμπεριπατήσω
καὶ
ἔσομαι
αὐτῶν
θεὸς
καὶ
αὐτοὶ
ἔσονται
μου
λαός.
6:17
διό
ἐξέλθατε
ἐκ
μέσου
αὐτῶν
καὶ
ἀφορίσθητε,
λέγει
κύριος,
καὶ
ἀκαθάρτου
μὴ
ἅπτεσθε
κἀγὼ
εἰσδέξομαι
ὑμᾶς.
6:18
καὶ
ἔσομαι
ὑμῖν
εἰς
πατέρα
καὶ
ὑμεῖς
ἔσεσθε
μοι
εἰς
υἱοὺς
καὶ
θυγατέρας,
λέγει
κύριος
παντοκράτωρ.
Westcott-Hort Greek NT
- Public Domain