Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
2 Corinthians 7
Definition תֵלֵד
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
2 Corinthians 7
Commentary
Submitted Translations
Papers/Articles
7:1
ταύτας
οὖν
ἔχοντες
τὰς
ἐπαγγελίας,
ἀγαπητοί,
καθαρίσωμεν
ἑαυτοὺς
ἀπὸ
παντὸς
μολυσμοῦ
σαρκὸς
καὶ
πνεύματος,
ἐπιτελοῦντες
ἁγιωσύνην
ἐν
φόβῳ
θεοῦ.
7:2
Χωρήσατε
ἡμᾶς·
οὐδένα
ἠδικήσαμεν,
οὐδένα
ἐφθείραμεν,
οὐδένα
ἐπλεονεκτήσαμεν.
7:3
πρὸς
κατάκρισιν
οὐ
λέγω·
προείρηκα
γὰρ
ὅτι
ἐν
ταῖς
καρδίαις
ἡμῶν
ἐστε
εἰς
τὸ
συναποθανεῖν
καὶ
συζῆν.
7:4
πολλή
μοι
παρρησία
πρὸς
ὑμᾶς,
πολλή
μοι
καύχησις
ὑπὲρ
ὑμῶν·
πεπλήρωμαι
τῇ
παρακλήσει,
ὑπερπερισσεύομαι
τῇ
χαρᾷ
ἐπὶ
πάσῃ
τῇ
θλίψει
ἡμῶν.
7:5
Καὶ
γὰρ
ἐλθόντων
ἡμῶν
εἰς
Μακεδονίαν
οὐδεμίαν
ἔσχηκεν
ἄνεσιν
ἡ
σὰρξ
ἡμῶν
ἀλλ'
ἐν
παντὶ
θλιβόμενοι·
ἔξωθεν
μάχαι,
ἔσωθεν
φόβοι.
7:6
ἀλλ'
ὁ
παρακαλῶν
τοὺς
ταπεινοὺς
παρεκάλεσεν
ἡμᾶς
ὁ
θεὸς
ἐν
τῇ
παρουσίᾳ
Τίτου,
7:7
οὐ
μόνον
δὲ
ἐν
τῇ
παρουσίᾳ
αὐτοῦ
ἀλλὰ
καὶ
ἐν
τῇ
παρακλήσει
ᾗ
παρεκλήθη
ἐφ'
ὑμῖν,
ἀναγγέλλων
ἡμῖν
τὴν
ὑμῶν
ἐπιπόθησιν,
τὸν
ὑμῶν
ὀδυρμόν,
τὸν
ὑμῶν
ζῆλον
ὑπὲρ
ἐμοῦ
ὥστε
με
μᾶλλον
χαρῆναι.
7:8
Ὅτι
εἰ
καὶ
ἐλύπησα
ὑμᾶς
ἐν
τῇ
ἐπιστολῇ,
οὐ
μεταμέλομαι·
εἰ
καὶ
μετεμελόμην,
βλέπω
ὅτι
ἡ
ἐπιστολὴ
ἐκείνη
εἰ
καὶ
πρὸς
ὥραν
ἐλύπησεν
ὑμᾶς,
7:9
νῦν
χαίρω,
οὐχ
ὅτι
ἐλυπήθητε
ἀλλ'
ὅτι
ἐλυπήθητε
εἰς
μετάνοιαν·
ἐλυπήθητε
γὰρ
κατὰ
θεόν,
ἵνα
ἐν
μηδενὶ
ζημιωθῆτε
ἐξ
ἡμῶν.
7:10
ἡ
γὰρ
κατὰ
θεὸν
λύπη
μετάνοιαν
εἰς
σωτηρίαν
ἀμεταμέλητον
ἐργάζεται·
ἡ
δὲ
τοῦ
κόσμοῦ
λύπη
θάνατον
κατεργάζεται.
7:11
ἰδοὺ
γὰρ
αὐτὸ
τοῦτο
τὸ
κατὰ
θεὸν
λυπηθῆναι
πόσην
κατειργάσατο
ὑμῖν
σπουδήν,
ἀλλὰ
ἀπολογίαν,
ἀλλὰ
ἀγανάκτησιν,
ἀλλὰ
φόβον,
ἀλλὰ
ἐπιπόθησιν,
ἀλλὰ
ζῆλον,
ἀλλὰ
ἐκδίκησιν.
ἐν
παντὶ
συνεστήσατε
ἑαυτοὺς
ἁγνοὺς
εἶναι
τῷ
πράγματι.
7:12
ἄρα
εἰ
καὶ
ἔγραψα
ὑμῖν
οὐχ
ἕνεκεν
τοῦ
ἀδικήσαντος
[ἀλλ']
οὐδὲ
ἕνεκεν
τοῦ
ἀδικηθέντος
ἀλλ'
ἕνεκεν
τοῦ
φανερωθῆναι
τὴν
σπουδὴν
ὑμῶν
τὴν
ὑπὲρ
ἡμῶν
πρὸς
ὑμᾶς
ἐνώπιον
τοῦ
θεοῦ.
7:13
διὰ
τοῦτο
παρακεκλήμεθα.
Ἐπὶ
δὲ
τῇ
παρακλήσει
ἡμῶν
περισσοτέρως
μᾶλλον
ἐχάρημεν
ἐπὶ
τῇ
χαρᾷ
Τίτου,
ὅτι
ἀναπέπαυται
τὸ
πνεῦμα
αὐτοῦ
ἀπὸ
πάντων
ὑμῶν·
7:14
ὅτι
εἴ
τι
αὐτῷ
ὑπὲρ
ὑμῶν
κεκαύχημαι,
οὐ
κατῃσχύνθην,
ἀλλ'
ὡς
πάντα
ἐν
ἀλήθειᾳ
ἐλαλήσαμεν
ὑμῖν,
οὕτως
καὶ
ἡ
καύχησις
ἡμῶν
ἐπὶ
Τίτου
ἀλήθεια
ἐγενήθη.
7:15
καὶ
τὰ
σπλάγχνα
αὐτοῦ
περισσοτέρως
εἰς
ὑμᾶς
ἐστιν
ἁναμιμνῃσκομένου
τὴν
πάντων
ὑμῶν
ὑπακοήν,
ὡς
μετὰ
φόβου
καὶ
τρόμου
ἐδέξασθε
αὐτόν.
7:16
χαίρω
ὅτι
ἐν
παντὶ
θαρρῶ
ἐν
ὑμῖν.
Westcott-Hort Greek NT
- Public Domain