Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
2 Peter 2
Mark 6
Luke 11
Matthew 11
Luke 14
Matthew 14
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
2 Peter 2
Commentary
Submitted Translations
Papers/Articles
2:1
Ἐγένοντο
δὲ
καὶ
ψευδοπροφῆται
ἐν
τῷ
λαῷ
ὡς
καὶ
ἐν
ὑμῖν
ἔσονται
ψευδοδιδάσκαλοι,
οἵτινες
παρεισάξουσιν
αἱρέσεις
ἀπωλείας
καὶ
τὸν
ἀγοράσαντα
αὐτοὺς
δεσπότην
ἀρνούμενοι.
ἐπάγοντες
ἑαυτοῖς
ταχινὴν
ἀπώλειαν,
2:2
καὶ
πολλοὶ
ἐξακολουθήσουσιν
αὐτῶν
ταῖς
ἀσελγείαις
δι'
οὒς
ἡ
ὁδὸς
τῆς
ἀληθείας
βλασφημηθήσεται,
2:3
καὶ
ἐν
πλεονεξίᾳ
πλαστοῖς
λόγοις
ὑμᾶς
ἐμπορεύσονται,
οἷς
τὸ
κρίμα
ἔκπαλαι
οὐκ
ἀργεῖ
καὶ
ἡ
ἀπώλεια
αὐτῶν
οὐ
νυστάζει.
2:4
Εἰ
γὰρ
ὁ
θεὸς
ἀγγέλων
ἁμαρτησάντων
οὐκ
ἐφείσατο
ἀλλὰ
σειροῖς
ζόφου
ταρταρώσας
παρέδωκεν
εἰς
κρίσιν
τηρουμένους,
2:5
καὶ
ἀρχαίου
κόσμου
οὐκ
ἐφείσατο
ἀλλὰ
ὄγδοον
Νῶε
δικαιοσύνης
κήρυκα
ἐφύλαξεν
κατακλυσμὸν
κόσμῳ
ἀσεβῶν
ἐπάξας,
2:6
καὶ
πόλεις
Σοδόμων
καὶ
Γομόρρας
τεφρώσας
κατέκρινεν
ὑπόδειγμα
μελλόντων
ἀσεβέσιν
τεθεικώς,
2:7
καὶ
δίκαιον
Λὼτ
καταπονούμενον
ὑπὸ
τῆς
τῶν
ἀθέσμων
ἐν
ἀσελγείᾳ
ἀναστροφῆς
ἐρρύσατο·
2:8
βλέμματι
γὰρ
καὶ
ἀκοῇ
δίκαιος
ἐγκατοικῶν
ἐν
αὐτοῖς
ἡμέραν
ἐξ
ἡμέρας
ψυχὴν
δικαίαν
ἀνόμοις
ἔργοις
ἐβασάνιζεν·
2:9
οἶδεν
κύριος
εὐσεβεῖς
ἐκ
πειρασμοῦ
ῥύεσθαι,
ἀδίκους
δὲ
εἰς
ἡμέραν
κρίσεως
κολαζομένους
τηρεῖν,
2:10
μάλιστα
δὲ
τοὺς
ὀπίσω
σαρκὸς
ἐν
ἐπιθυμίᾳ
μιασμοῦ
πορευομένους
καὶ
κυριότητος
καταφρονοῦντας.
Τολμηταὶ
αὐθάδεις,
δόξας
οὐ
τρέμουσιν
βλασφημοῦντες,
2:11
ὅπου
ἄγγελοι
ἰσχύϊ
καὶ
δυνάμει
μείζονες
ὄντες
οὐ
φέρουσιν
κατ'
αὐτῶν
[παρὰ
κυρίῳ]
βλάσφημον
κρίσιν.
2:12
οὗτοι
δὲ
ὡς
ἄλογα
ζῷα
γεγεννημένα
φυσικὰ
εἰς
ἅλωσιν
καὶ
φθορὰν
ἐν
οἷς
ἀγνοοῦσιν
βλασφημοῦντες,
ἐν
τῇ
φθορᾷ
αὐτῶν
καὶ
φθαρήσονται.
2:13
ἀδικούμενοι
μισθὸν
ἀδικίας,
ἡδονὴν
ἡγούμενοι
τὴν
ἐν
ἡμέρᾷ
τρυφήν,
σπίλοι
καὶ
μῶμοι
ἐντρυφῶντες
ἐν
ταῖς
ἀπάταις
αὐτῶν
συνευωχούμενοι
ὑμῖν,
2:14
ὀφθαλμοὺς
ἔχοντες
μεστοὺς
μοιχαλίδος
καὶ
ἀκαταπάστους
ἁμαρτίας.
δελεάζοντες
ψυχὰς
ἀστηρίκτους,
καρδίαν
γεγυμνασμένην
πλεονεξίας
ἔχοντες,
κατάρας
τέκνα·
2:15
καταλείποντες
εὐθεῖαν
ὁδὸν
ἐπλανήθησαν,
ἐξακολουθήσαντες
τῇ
ὁδῷ
τοῦ
βαλαὰμ
τοῦ
βεωρ,
ὃς
μισθὸν
ἀδικίας
ἠγάπησεν.
2:16
ἔλεγξιν
δὲ
ἔσχεν
ἰδίας
παρανομίας·
ὑποζύγιον
ἀφώνον
ἐν
ἀνθρώπου
φωνῇ
φθεγξάμενον
ἐκώλυσεν
τὴν
τοῦ
προφήτου
παραφρονίαν.
2:17
Οὕτοι
εἰσιν
πηγαὶ
ἄνυδροι
καὶ
ὀμίχλαι
ὑπὸ
λαίλαπος
ἐλαυνόμεναι,
οἷς
ὁ
ζόφος
τοῦ
σκότους
τετήρηται.
2:18
ὑπέρογκα
γὰρ
ματαιότητος
φθεγγόμενοι
δελεάζουσιν
ἐν
ἐπιθυμίαις
σαρκὸς
ἀσελγείαις
τοὺς
ὀλίγως
ἀποφεύγοντας
τοὺς
ἐν
πλάνῃ
ἀναστρεφομένους,
2:19
ἐλευθερίαν
αὐτοῖς
ἐπαγγελλόμενοι,
αὐτοὶ
δοῦλοι
ὑπάρχοντες
τῆς
φθορᾶς·
ᾧ
γάρ
τις
ἥττηται
τούτῳ
δεδούλωται.
2:20
εἰ
γὰρ
ἀποφυγόντες
τὰ
μιάσματα
τοῦ
κόσμου
ἐν
ἐπιγνώσει
τοῦ
κυρίου
καὶ
σωτῆρος
Ἰησοῦ
Χριστοῦ
τούτοις
δὲ
πάλιν
ἐμπλακέντες
ἡττῶνται
γέγονεν
αὐτοῖς
τὰ
ἔσχατα
χείρονα
τῶν
πρώτων.
2:21
κρεῖττον
γὰρ
ἦν
αὐτοῖς
μὴ
ἐπεγνωκέναι
τὴν
ὁδὸν
τῆς
δικαιοσύνης
ἢ
ἐπιγνοῦσιν
ὑποστρέψαι
ἐκ
τῆς
παραδοθείσης
αὐτοῖς
ἀγίας
ἐντολῆς.
2:22
συμβέβηκεν
αὐτοῖς
τὸ
τῆς
ἀληθοῦς
παροιμίας·
Κύων
ἐπιστρέψας
ἐπὶ
τὸ
ἴδιον
ἐξέραμα,
καὶ
Ὗς
λουσαμένη
εἰς
κυλισμὸν
βορβόρου.
Westcott-Hort Greek NT
- Public Domain