Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
2 Timothy 2
Psalm 16
Psalm 78
Malachi 4
Psalm 135
Judges 20
Revelation 12
Psalm 18
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
2 Timothy 2
Commentary
Submitted Translations
Papers/Articles
2:1
Σὺ
οὖν,
τέκνον
μου,
ἐνδυναμοῦ
ἐν
τῇ
χάριτι
τῇ
ἐν
Χριστῷ
Ἰησοῦ,
2:2
καὶ
ἃ
ἤκουσας
παρ'
ἐμοῦ
διὰ
πολλῶν
μαρτύρων,
ταῦτα
παράθου
πιστοῖς
ἀνθρώποις,
οἵτινες
ἱκανοὶ
ἔσονται
καὶ
ἑτέρους
διδάξαι.
2:3
συγκακοπαθησον
ὡς
καλὸς
στρατιώτης
Χριστοῦ
Ἰησοῦ.
2:4
οὐδεὶς
στρατευόμενος
ἐμπλέκεται
ταῖς
τοῦ
βίου
πραγματείαις,
ἵνα
τῷ
στρατολογήσαντι
ἀρέσῃ,
2:5
ἐὰν
δὲ
καὶ
ἀθλῇ
τις
οὐ
στεφανοῦται
ἐὰν
μὴ
νομίμως
ἀθλήσῃ.
2:6
τὸν
κοπιῶντα
γεωργὸν
δεῖ
πρῶτον
τῶν
καρπῶν
μεταλαμβάνειν.
2:7
νόει
ὃ
λέγω·
δώσει
γάρ
σοι
ὁ
κύριος
σύνεσιν
ἐν
πᾶσιν.
2:8
Μνημόνευε
Ἰησοῦν
Χριστὸν
ἐγηγερμένον
ἐκ
νεκρῶν,
ἐκ
σπέρματος
Δαυίδ,
κατὰ
τὸ
εὐαγγέλιον
μου,
2:9
ἐν
ᾧ
κακοπαθῶ
μέχρι
δεσμῶν
ὡς
κακοῦργος,
ἀλλὰ
ὁ
λόγος
τοῦ
θεοῦ
οὐ
δέδεται·
2:10
διὰ
τοῦτο
πάντα
ὑπομένω
διὰ
τοὺς
ἐκλεκτούς,
ἵνα
καὶ
αὐτοὶ
σωτηρίας
τύχωσιν
τῆς
ἐν
Χριστῷ
Ἰησοῦ
μετὰ
δόξης
αἰωνίου.
2:11
πιστὸς
ὁ
λόγος·
εἰ
γὰρ
συναπεθάνομεν,
καὶ
συζήσομεν·
2:12
εἰ
ὑπομένομεν,
καὶ
συμβασιλεύσομεν·
εἰ
ἀρνησόμεθα,
κακεῖνος
ἀρνήσεται
ἡμᾶς·
2:13
εἰ
ἀπιστοῦμεν,
ἐκεῖνος
πιστὸς
μένει,
ἀρνήσασθαι
γὰρ
ἑαυτὸν
οὐ
δύναται.
2:14
Ταῦτα
ὑπομίμνῃσκε
διαμαρτυρόμενος
ἐνώπιον
τοῦ
θεοῦ
μὴ
λογομαχεῖν,
ἐπ'
οὐδὲν
χρήσιμον,
ἐπὶ
καταστροφῇ
τῶν
ἀκουόντων.
2:15
σπούδασον
σεαυτὸν
δόκιμον
παραστῆσαι
τῷ
θεῷ
ἐργάτην
ἀνεπαίσχυντον,
ὀρθοτομοῦντα
τὸν
λόγον
τῆς
ἀληθείας.
2:16
τὰς
δὲ
βεβήλους
κενοφωνίας
περιΐστασο·
ἐπὶ
πλεῖον
γὰρ
προκόψουσιν
ἀσεβείας.
2:17
καὶ
ὁ
λόγος
αὐτῶν
ὡς
γάγγραινα
νομὴν
ἔξει.
ὧν
ἐστιν
Ὑμέναιος
καὶ
Φίλητος,
2:18
οἵτινες
περὶ
τὴν
ἀλήθειαν
ἠστόχησαν,
λέγοντες
ἀνάστασιν
ἤδη
γεγονέναι,
καὶ
ἀνατρέπουσιν
τήν
τινων
πίστιν.
2:19
ὁ
μέντοι
στερεὸς
θεμέλιος
τοῦ
θεοῦ
ἔστηκεν,
ἔχων
τὴν
σφραγῖδα
ταύτην
ἔγνω
κύριος
τοὺς
ὄντας
αὐτοῦ,
καὶ
ἀποστήτω
ἀπὸ
ἀδικίας
πᾶς
ὁ
ὀνομάζων
τὸ
ὄνομα
κυρίου.
2:20
Ἐν
μεγάλη
δὲ
οἰκίᾳ
οὐκ
ἔστιν
μόνον
σκεύη
χρυσᾶ
καὶ
ἀργυρᾶ
ἀλλὰ
καὶ
ξύλινα
καὶ
ὀστράκινα,
καὶ
ἃ
μὲν
εἰς
τιμὴν
ἃ
δὲ
εἰς
ἀτιμίαν·
2:21
ἐὰν
οὖν
τις
ἐκκαθάρῃ
ἑαυτὸν
ἀπὸ
τούτων,
ἔσται
σκεῦος
εἰς
τιμὴν,
ἡγιασμένον,
εὔχρηστον
τῷ
δεσπότῃ
εἰς
πᾶν
ἔργον
ἀγαθὸν
ἡτοιμασμένον.
2:22
τὰς
δὲ
νεωτερικὰς
ἐπιθυμίας
φεῦγε,
δίωκε
δὲ
δικαιοσύνην
πίστιν
ἀγάπην
εἰρήνην
μετὰ
τῶν
ἐπικαλουμένων
τὸν
κύριον
ἐκ
καθαρᾶς
καρδίας.
2:23
τὰς
δὲ
μωρὰς
καὶ
ἀπαιδεύτους
ζητήσεις
παραιτοῦ,
εἰδὼς
ὅτι
γεννῶσιν
μάχας·
2:24
δοῦλον
δὲ
κυρίου
οὐ
δεῖ
μάχεσθαι
ἀλλὰ
ἤπιον
εἶναι
πρὸς
πάντας
διδακτικόν,
ἀνεξίκακον,
2:25
ἐν
πραΰτητι
παιδεύοντα
τοὺς
ἀντιδιατιθεμένους,
μήποτε
δῴη
αὐτοῖς
ὁ
θεὸς
μετάνοιαν
εἰς
ἐπίγνωσιν
ἀληθείας.
2:26
καὶ
ἀνανήψωσιν
ἐκ
τῆς
τοῦ
διαβόλου
παγίδος,
ἐζωγρημένοι
ὑπ'
αὐτοῦ
εἰς
τὸ
ἐκείνου
θέλημα.
Westcott-Hort Greek NT
- Public Domain