Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
2 Timothy 3
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
2 Timothy 3
Commentary
Submitted Translations
Papers/Articles
3:1
Τοῦτο
δὲ
γίνωσκε,
ὅτι
ἐν
ἐσχάταις
ἡμέραις
ἐνστήσονται
καιροὶ
χαλεποί·
3:2
ἔσονται
γὰρ
οἱ
ἄνθρωποι
φίλαυτοι
φιλάργυροι
ἀλαζόνες
ὑπερήφανοι
βλάσφημοι,
γονεῦσιν
ἀπειθεῖς,
ἀχάριστοι
ἀνόσιοι.
3:3
ἄστοργοι
ἄσπονδοι
διάβολοι
ἀκρατεῖς
ἀνήμεροι
ἀφιλάγαθοι,
3:4
προδόται
προπετεῖς
τετυφωμένοι,
φιλήδονοι
μᾶλλον
ἢ
φιλόθεοι,
3:5
ἔχοντες
μόρφωσιν
εὐσεβείας
τὴν
δὲ
δύναμιν
αὐτῆς
ἠρνημένοι·
καὶ
τούτους
ἀποτρέπου.
3:6
ἐκ
τούτων
γάρ
εἰσιν
οἱ
ἐνδύνοντες
εἰς
τὰς
οἰκίας
καὶ
αἰχμαλωτίζοντες
γυναικάρια
σεσωρευμένα
ἁμαρτίαις,
ἀγόμενα
ἐπιθυμίαις
ποικίλαις,
3:7
πάντοτε
μανθάνοντα
καὶ
μηδέποτε
εἰς
ἐπίγνωσιν
ἀληθείας
ἐλθεῖν
δυνάμενα.
3:8
ὃν
τρόπον
δὲ
Ἰάννης
καὶ
Ἰαμβρῆς
ἀντέστησαν
Μωϋσεῖ,
οὕτως
καὶ
οὗτοι
ἀνθίστανται
τῇ
ἀληθείᾳ
ἄνθρωποι
κατεφθαρμένοι
τὸν
νοῦν,
ἀδόκιμοι
περὶ
τὴν
πίστιν.
3:9
ἀλλ'
οὐ
προκόψουσιν
ἐπὶ
πλεῖον·
ἡ
γὰρ
ἄνοια
αὐτῶν
ἔκδηλος
ἔσται
πᾶσιν,
ὡς
καὶ
ἡ
ἐκείνων
ἐγένετο.
3:10
Σὺ
δὲ
παρηκολούθησας
μου
τῇ
διδασκαλίᾳ,
τῇ
ἀγωγῇ
τῇ
προθέσει,
τῇ
πίστει,
τῇ
μακροθυμίᾳ
τῇ
ἀγάπῃ
τῇ
ὑπομονῇ,
3:11
τοῖς
διωγμοῖς
τοῖς
παθήμασιν,
οἷα
μοι
ἐγένετο
ἐν
Ἁντιοχείᾳ
ἐν
Ἰκονίῳ,
ἐν
Λύστροις,
οἵους
διωγμοὺς
ὑπήνεγκα
καὶ
ἐκ
πάντων
με
ἐρρύσατο
ὁ
κύριος.
3:12
καὶ
πάντες
δὲ
οἱ
θέλοντες
ζῆν
εὐσεβῶς
ἐν
Χριστῷ
Ἰησοῦ
διωχθήσονται.
3:13
πονηροὶ
δὲ
ἄνθρωποι
καὶ
γόητες
προκόψουσιν
ἐπὶ
τὸ
χεῖρον
πλανῶντες
καὶ
πλανώμενοι.
3:14
σὺ
δὲ
μένε
ἐν
οἷς
ἔμαθες
καὶ
ἐπιστώθης,
εἰδὼς
παρὰ
τίνων
ἔμαθες,
3:15
καὶ
ὅτι
ἀπὸ
βρέφους
ἱερὰ
γράμματα
οἶδας,
τὰ
δυνάμενα
σε
σοφίσαι
εἰς
σωτηρίαν
διὰ
πίστεως
τῆς
ἐν
Χριστῷ
Ἰησοῦ.
3:16
πᾶσα
γραφὴ
θεόπνευστος
καὶ
ὠφέλιμος
πρὸς
διδασκαλίαν,
πρὸς
ἐλεγμόν
πρὸς
ἐπανόρθωσιν,
πρὸς
παιδείαν
τὴν
ἐν
δικαιοσύνῃ,
3:17
ἵνα
ἄρτιος
ᾖ
ὁ
τοῦ
θεοῦ
ἄνθρωπος,
πρὸς
πᾶν
ἔργον
ἀγαθὸν
ἐξηρτισμένος.
Westcott-Hort Greek NT
- Public Domain