Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
Acts 18
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
Acts 18
Commentary
Submitted Translations
Papers/Articles
18:1
Μετὰ
ταῦτα
χωρισθεὶς
ἐκ
τῶν
Ἀθηνῶν
ἦλθεν
εἰς
Κόρινθον.
18:2
καὶ
εὑρών
τινα
Ἰουδαῖον
ὀνόματι
Ἀκύλαν,
Ποντικὸν
τῷ
γένει
προσφάτως
ἐληλυθότα
ἀπὸ
τῆς
Ἰταλίας
καὶ
Πρίσκιλλαν
γυναῖκα
αὐτοῦ
διὰ
τὸ
διατεταχέναι
Κλαύδιον
χωρίζεσθαι
πάντας
τοὺς
Ἰουδαίους
ἀπὸ
τῆς
Ῥώμης,
προσῆλθεν
αὐτοῖς.
18:3
καὶ
διὰ
τὸ
ὁμότεχνον
εἶναι
ἔμενεν
παρ'
αὐτοῖς,
καὶ
ἠργάζοντο·
ἦσαν
γὰρ
σκηνοποιοὶ
τῇ
τέχνῃ.
18:4
διελέγετο
δὲ
ἐν
τῇ
συναγωγῇ
κατὰ
πᾶν
σάββατον
ἔπειθεν
τε
Ἰουδαίους
καὶ
Ἕλληνας.
18:5
Ὡς
δὲ
κατῆλθον
ἀπὸ
τῆς
Μακεδονίας
ὁ
τε
Σιλᾶς
καὶ
ὁ
Τιμόθεος,
συνείχετο
τῷ
λόγῳ
ὁ
Παῦλος
διαμαρτυρόμενος
τοῖς
Ιουδαίοις
εἶναι
τὸν
χριστὸν
Ἰησοῦν.
18:6
ἀντιτασσομένων
δὲ
αὐτῶν
καὶ
βλασφημούντων
ἐκτιναξάμενος
τὰ
ἱμάτια
εἶπεν
πρὸς
αὐτούς·
τὸ
αἷμα
ὑμῶν
ἐπὶ
τὴν
κεφαλὴν
ὑμῶν
καθαρὸς
ἐγὼ
ἀπὸ
τοῦ
νῦν
εἰς
τὰ
ἔθνη
πορεύσομαι.
18:7
καὶ
μεταβὰς
ἐκεῖθεν
ἦλθεν
εἰς
οἰκίαν
τινὸς
ὀνόματι
Τιτίου
Ἰούστου
σεβομένου
τὸν
θεὸν,
οὗ
ἡ
οἰκία
ἦν
συνομοροῦσα
τῇ
συναγωγῇ.
18:8
Κρίσπος
δὲ
ὁ
ἀρχισυνάγωγος
ἐπίστευσεν
τῷ
κυρίῳ
σὺν
ὅλῳ
τῷ
οἰκῳ
αὐτοῦ,
καὶ
πολλοὶ
τῶν
Κορινθίων
ἀκούοντες
ἐπίστευον
καὶ
ἐβαπτίζοντο.
18:9
Εἶπεν
δὲ
ὁ
κύριος
ἐν
νυκτὶ
δι'
ὁράματος
τῷ
Παύλῳ·
μὴ
φοβοῦ,
ἀλλὰ
λάλει
καὶ
μὴ
σιωπήσῃς,
18:10
διότι
ἐγώ
εἰμι
μετὰ
σοῦ
καὶ
οὐδεὶς
ἐπιθήσεται
σοι
τοῦ
κακῶσαι
σε,
διότι
λαός
ἐστίν
μοι
πολὺς
ἐν
τῇ
πόλει
ταύτῃ.
18:11
Ἐκάθισεν
δὲ
ἐνιαυτὸν
καὶ
μῆνας
ἓξ
διδάσκων
ἐν
αὐτοῖς
τὸν
λόγον
τοῦ
θεοῦ.
18:12
Γαλλίωνος
δὲ
ἀνθυπάτου
ὄντος
τῆς
Ἀχαΐας
κατεπέστησαν
οἱ
Ἰουδαῖοι
ὁμοθυμαδὸν
τῷ
Παύλῳ
καὶ
ἤγαγον
αὐτὸν
ἐπὶ
τὸ
βῆμα.
18:13
λέγοντες
ὅτι
παρὰ
τὸν
νόμον
ἀναπείθει
οὗτος
τοὺς
ἀνθρώπους
σέβεσθαι
τὸν
θεόν.
18:14
μέλλοντος
δὲ
τοῦ
Παύλου
ἀνοίγειν
τὸ
στόμα
εἶπεν
ὁ
Γαλλίων
πρὸς
τοὺς
Ἰουδαίους·
εἰ
μὲν
ἦν
ἀδίκημα
τι
ἢ
ῥαδιούργημα
πονηρόν,
ὦ
Ἰουδαῖοι
κατὰ
λόγον
ἂν
ἀνεσχόμην
ὑμῶν,
18:15
εἰ
δὲ
ζητήματα
ἐστιν
περὶ
λόγου
καὶ
ὀνόματων
καὶ
νόμου
τοῦ
καθ'
ὑμᾶς
ὄψεσθε
αὐτοί·
κριτὴς
ἐγὼ
τούτων
οὐ
βούλομαι
εἶναι.
18:16
καὶ
ἀπήλασεν
αὐτοὺς
ἀπὸ
τοῦ
βήματος.
18:17
ἐπιλαβόμενοι
δὲ
πάντες
Σωσθένην
τὸν
ἀρχισυνάγωγον
ἔτυπτον
ἔμπροσθεν
τοῦ
βήματος·
καὶ
οὐδὲν
τούτων
τῷ
Γαλλίωνι
ἔμελεν.
18:18
Ὁ
δὲ
Παῦλος
ἔτι
προσμείνας
ἡμέρας
ἱκανὰς
τοῖς
ἀδελφοῖς
ἀποταξάμενος
ἐξέπλει
εἰς
τὴν
Συρίαν,
καὶ
σὺν
αὐτῷ
Πρίσκιλλα
καὶ
Ἀκύλας,
κειράμενος
ἐν
Κεγχρεαῖς
τὴν
κεφαλήν,
εἶχεν
γὰρ
εὐχήν.
18:19
κατήντησαν
δὲ
εἰς
Ἔφεσον,
κακείνους
κατέλιπεν
αὐτοῦ,
αὐτὸς
δὲ
εἰσελθὼν
εἰς
τὴν
συναγωγὴν
διελέξατο
τοῖς
Ἰουδαίοις.
18:20
ἐρωτώντων
δὲ
αὐτῶν
ἐπὶ
πλείονα
χρόνον
μεῖναι
οὐκ
ἐπένευσεν,
18:21
ἀλλὰ
ἀποταξάμενος
καὶ
εἶπων
πάλιν
ἀνακάμψω
πρὸς
ὑμᾶς
τοῦ
θεοῦ
θέλοντος
ἀνήχθη
ἀπὸ
τῆς
Ἐφέσου,
18:22
καὶ
κατελθὼν
εἰς
Καισάρειαν
ἀναβὰς
καὶ
ἀσπασάμενος
τὴν
ἐκκλησίαν
κατέβη
εἰς
Ἀντιόχειαν.
18:23
Καὶ
ποιήσας
χρόνον
τινὰ
ἐξῆλθεν
διερχόμενος
καθεξῆς
τὴν
Γαλατικὴν
χώραν
καὶ
Φρυγίαν,
στηρίζων
πάντας
τοὺς
μαθητάς.
18:24
Ἰουδαῖος
δέ
τις
Ἀπολλῶς
ὀνόματι,
Ἀλεξανδρεὺς
τῷ
γένει,
ἀνὴρ
λόγιος,
κατήντησεν
εἰς
Ἔφεσον,
δυνατὸς
ὢν
ἐν
ταῖς
γραφαῖς.
18:25
οὗτος
ἦν
κατηχημένος
τὴν
ὁδὸν
τοῦ
κυρίου
καὶ
ζέων
τῷ
πνεύματι
ἐλάλει
καὶ
ἐδίδασκεν
ἀκριβῶς
τὰ
περὶ
τοῦ
Ἰησοῦ
ἐπιστάμενος
μόνον
τὸ
βάπτισμα
Ἰωάννου·
18:26
οὗτος
τε
ἤρξατο
παρρησιάζεσθαι
ἐν
τῇ
συναγωγῇ
ἀκούσαντες
δὲ
αὐτοῦ
Πρίσκιλλα
καὶ
Ἀκύλας
προσελάβοντο
αὐτὸν
καὶ
ἀκριβέστερον
αὐτῷ
ἐξέθεντο
τὴν
ὁδὸν
τοῦ
θεοῦ.
18:27
βουλομένου
δὲ
αὐτοῦ
διελθεῖν
εἰς
τὴν
Ἀχαΐαν
προτρεψάμενοι
οἱ
ἀδελφοὶ
ἔγραψαν
τοῖς
μαθηταῖς
ἀποδέξασθαι
αὐτόν,
ὃς
παραγενόμενος
συνεβάλετο
πολὺ
τοῖς
πεπιστευκόσιν
διὰ
τῆς
χάριτος·
18:28
εὐτόνως
γὰρ
τοῖς
Ἰουδαίοις
διακατηλέγχετο
δημοσίᾳ
ἐπιδεικνὺς
διὰ
τῶν
γραφῶν
εἶναι
τὸν
χριστὸν
Ἰησοῦν.
Westcott-Hort Greek NT
- Public Domain