Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
Acts 21
John 10
Definition יֵחָפֵזוּן
Definition בְּטוֹבַת
Definition וְאַיָּה
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
Acts 21
Commentary
Submitted Translations
Papers/Articles
21:1
Ὡς
δὲ
ἐγένετο
ἀναχθῆναι
ἡμᾶς
ἀποσπασθέντας
ἀπ'
αὐτῶν,
εὐθυδρομήσαντες
ἤλθομεν
εἰς
τὴν
Κῶ,
τῇ
δὲ
ἑξῆς
εἰς
τὴν
ῥόδον
κακεῖθεν
εἰς
Πάταρα,
21:2
καὶ
εὑρόντες
πλοῖον
διαπερῶν
εἰς
Φοινίκην
ἐπιβάντες
ἀνήχθημεν.
21:3
ἀναφάναντες
δὲ
τὴν
Κύπρον
καὶ
καταλιπόντες
αὐτὴν
εὐώνυμον
ἐπλέομεν
εἰς
Συρίαν
καὶ
κατήλθομεν
εἰς
Τύρον·
ἐκεῖσε
γὰρ
τὸ
πλοῖον
ἦν
ἀποφορτιζόμενον
τὸν
γόμον.
21:4
ἀνευρόντες
δὲ
τοὺς
μαθητὰς
ἐπεμείναμεν
αὐτοῦ
ἡμέρας
ἑπτὰ,
οἵτινες
τῷ
Παύλῳ
ἔλεγον
διὰ
τοῦ
πνεύματος
μὴ
ἐπιβαίνειν
εἰς
Ἱεροσόλυμα.
21:5
ὅτε
δὲ
ἐγένετο
ἐξαρτίσαι
ἡμᾶς
τὰς
ἡμέρας
ἐξελθόντες
ἐπορευόμεθα
προπεμπόντων
ἡμᾶς
πάντων
σὺν
γυναιξὶν
καὶ
τέκνοις
ἕως
ἔξω
τῆς
πόλεως,
καὶ
θέντες
τὰ
γόνατα
ἐπὶ
τὸν
αἰγιαλὸν
προσευξάμενοι.
21:6
ἀπησπασάμεθα
ἀλλήλους
καὶ
ἐνέβημεν
εἰς
τὸ
πλοῖον,
ἐκεῖνοι
δὲ
ὑπέστρεψαν
εἰς
τὰ
ἴδια.
21:7
ἡμεις
δὲ
τὸν
πλοῦν
διανύσαντες
ἀπὸ
Τύρου
κατηντήσαμεν
εἰς
Πτολεμαΐδα
καὶ
ἀσπασάμενοι
τοὺς
ἀδελφοὺς
ἐμείναμεν
ἡμέραν
μίαν
παρ'
αὐτοῖς.
21:8
τῇ
δὲ
ἐπαύριον
ἐξελθόντες
ἤλθομεν
εἰς
Καισάρειαν
καὶ
εἰσελθόντες
εἰς
τὸν
οἶκον
Φιλίππου
τοῦ
εὐαγγελιστοῦ,
ὄντος
ἐκ
τῶν
ἑπτὰ,
ἐμείναμεν
παρ'
αὐτῷ.
21:9
τούτῳ
δὲ
ἦσαν
θυγατέρες
τέσσαρες
παρθένοι
προφητεύουσαι.
21:10
Ἐπιμενόντων
δὲ
ἡμέρας
πλείους
κατῆλθεν
τις
ἀπὸ
τῆς
Ἰουδαίας
προφήτης
ὀνόματι
Ἄγαβος,
21:11
καὶ
ἐλθὼν
πρὸς
ἡμᾶς
καὶ
ἄρας
τὴν
ζώνην
τοῦ
Παύλου,
δήσας
ἑαυτοῦ
τοὺς
πόδας
καὶ
τὰς
χεῖρας
εἶπεν·
τάδε
λέγει
τὸ
πνεῦμα
τὸ
ἅγιον
τὸν
ἄνδρα
οὗ
ἐστιν
ἡ
ζώνη
αὕτη,
οὕτως
δήσουσιν
ἐν
Ἰερουσαλὴμ
οἱ
Ἰουδαῖοι
καὶ
παραδώσουσιν
εἰς
χεῖρας
ἐθνῶν.
21:12
ὡς
δὲ
ἠκούσαμεν
ταῦτα,
παρεκαλοῦμεν
ἡμεῖς
τε
καὶ
οἱ
ἐντόπιοι
τοῦ
μὴ
ἀναβαίνειν
αὐτὸν
εἰς
Ἰερουσαλήμ.
21:13
τότε
ἀπεκρίθη
[ὁ]
Παῦλος·
τί
ποιεῖτε
κλαίοντες
καὶ
συνθρύπτοντες
μου
τὴν
καρδίαν;
ἐγὼ
γὰρ
οὐ
μόνον
δεθῆναι
ἀλλὰ
καὶ
ἀποθανεῖν
εἰς
Ἰερουσαλὴμ
ἑτοίμως
ἔχω
ὑπὲρ
τοῦ
ὀνόματος
τοῦ
κυρίου
Ἰησοῦ.
21:14
μὴ
πειθομένου
δὲ
αὐτοῦ
ἠσυχάσαμεν
εἰπόντες·
τοῦ
κυρίου
τὸ
θέλημα
γινέσθω.
21:15
Μετὰ
δὲ
τὰς
ἡμέρας
ταύτας
ἐπισκευασάμενοι
ἀνεβαίνομεν
εἰς
Ἱεροσόλυμα·
21:16
συνῆλθον
δὲ
καὶ
τῶν
μαθητῶν
ἀπὸ
Καισαρείας
σὺν
ἡμῖν,
ἄγοντες
παρ'
ᾧ
ξενισθῶμεν
Μνάσωνι
τινι
Κυπρίῳ
ἀρχαίῳ
μαθητῇ.
21:17
Γενομένων
δὲ
ἡμῶν
εἰς
Ἱεροσόλυμα
ἀσμένως
ἀπεδέξαντο
ἡμᾶς
οἱ
ἀδελφοὶ.
21:18
Τῇ
δὲ
ἐπιούσῃ
εἰσῄει
ὁ
Παῦλος
σὺν
ἡμῖν
πρὸς
Ἰάκωβον,
πάντες
τε
παρεγένοντο
οἱ
πρεσβύτεροι.
21:19
καὶ
ἀσπασάμενος
αὐτοὺς
ἐξηγεῖτο
καθ'
ἓν
ἕκαστον
ὧν
ἐποίησεν
ὁ
θεὸς
ἐν
τοῖς
ἔθνεσιν
διὰ
τῆς
διακονίας
αὐτοῦ.
21:20
Οἱ
δὲ
ἀκούσαντες
ἐδόξαζον
τὸν
θεὸν
εἶπον
τε
αὐτῷ·
Θεωρεῖς
ἀδελφέ,
πόσαι
μυριάδες
εἰσὶν
ἐν
τοῖς
Ἰουδαίοις
τῶν
πεπιστευκότων
καὶ
πάντες
ζηλωταὶ
τοῦ
νόμου
ὑπάρχουσιν·
21:21
κατηχήθησαν
δὲ
περὶ
σοῦ
ὅτι
ἀποστασίαν
διδάσκεις
ἀπὸ
Μωϋσέως
τοὺς
κατὰ
τὰ
ἔθνη
πάντας
Ἰουδαίους
λέγων
μὴ
περιτέμνειν
αὐτοὺς
τὰ
τέκνα
μηδὲ
τοῖς
ἔθεσιν
περιπατεῖν.
21:22
τί
οὖν
ἐστιν;
πάντως
ἀκούσονται
ὅτι
ἐλήλυθας.
21:23
τοῦτο
οὖν
ποίησον
ὅ
σοι
λέγομεν·
εἰσιν
ἡμῖν
ἄνδρες
τέσσαρες
εὐχὴν
ἔχοντες
ἀφ'
ἑαυτῶν.
21:24
τούτους
παραλαβὼν
ἁγνίσθητι
σὺν
αὐτοῖς
καὶ
δαπάνησον
ἐπ'
αὐτοῖς
ἵνα
ξυρήσονται
τὴν
κεφαλήν,
καὶ
γνώσονται
πάντες
ὅτι
ὧν
κατήχηνται
περὶ
σοῦ
οὐδὲν
ἐστιν
ἀλλὰ
στοιχεῖς
καὶ
αὐτὸς
φυλάσσων
τὸν
νόμον.
21:25
περὶ
δὲ
τῶν
πεπιστευκότων
ἐθνῶν
ἡμεῖς
ἀπεστείλαμεν
κρίναντες
φυλάσσεσθαι
αὐτοὺς
τό
τε
εἰδωλόθυτον
καὶ
αἷμα
καὶ
πνικτὸν
καὶ
πορνείαν.
21:26
Τότε
ὁ
Παῦλος
παραλαβὼν
τοὺς
ἄνδρας
τῇ
ἐχομένῃ
ἡμέρᾳ
σὺν
αὐτοῖς
ἁγνισθείς,
εἰσῄει
εἰς
τὸ
ἱερὸν
διαγγέλλων
τὴν
ἐκπλήρωσιν
τῶν
ἡμέρων
τοῦ
ἁγνισμοῦ
ἕως
οὗ
προσηνέχθη
ὑπὲρ
ἑνὸς
ἑκάστου
αὐτῶν
ἡ
προσφορά.
21:27
Ὡς
δὲ
ἔμελλον
αἱ
ἑπτὰ
ἡμέραι
συντελεῖσθαι,
οἱ
ἀπὸ
τῆς
Ἀσίας
Ἰουδαῖοι
θεασάμενοι
αὐτὸν
ἐν
τῷ
ἱερῷ
συνέχεον
πάντα
τὸν
ὄχλον
καὶ
ἐπέβαλον
ἐπ'
αὐτὸν
τὰς
χεῖρας.
21:28
κράζοντες·
ἄνδρες
Ἰσραηλῖται,
βοηθεῖτε·
οὗτος
ἐστιν
ὁ
ἄνθρωπος
ὁ
κατὰ
τοῦ
λαοῦ
καὶ
τοῦ
νόμου
καὶ
τοῦ
τόπου
τούτου
πάντας
πανταχῇ
διδάσκων,
ἔτι
τε
καὶ
Ἕλληνας
εἰσήγαγεν
εἰς
τὸ
ἱερὸν
καὶ
κεκοίνωκεν
τὸν
ἅγιον
τόπον
τούτον.
21:29
ἦσαν
γὰρ
προεωρακότες
Τρόφιμον
τὸν
Ἐφέσιον
ἐν
τῇ
πόλει
σὺν
αὐτῷ,
ὃν
ἐνόμιζον
ὅτι
εἰς
τὸ
ἱερὸν
εἰσήγαγεν
ὁ
Παῦλος.
21:30
ἐκινήθη
τε
ἡ
πόλις
ὅλη
καὶ
ἐγένετο
συνδρομὴ
τοῦ
λαοῦ
καὶ
ἐπιλαβόμενοι
τοῦ
Παύλου
εἷλκον
αὐτὸν
ἔξω
τοῦ
ἱεροῦ
καὶ
εὐθέως
ἐκλείσθησαν
αἱ
θύραι.
21:31
Ζητούντων
τε
αὐτὸν
ἀποκτεῖναι
ἀνέβη
φάσις
τῷ
χιλιάρχῳ
τῆς
σπείρης
ὅτι
ὅλη
συγχύννεται
Ἰερουσαλήμ.
21:32
ὃς
ἐξαυτῆς
παραλαβὼν
στρατιώτας
καὶ
ἑκατοντάρχας
κατέδραμεν
ἐπ'
αὐτοὺς,
οἱ
δὲ
ἰδόντες
τὸν
χιλίαρχον
καὶ
τοὺς
στρατιώτας
ἐπαύσαντο
τύπτοντες
τὸν
Παῦλον.
21:33
τότε
ἐγγίσας
ὁ
χιλίαρχος
ἐπελάβετο
αὐτοῦ
καὶ
ἐκέλευσεν
δεθῆναι
ἁλύσεσιν
δυσί,
καὶ
ἐπυνθάνετο
τις
εἴη
καὶ
τί
ἐστιν
πεποιηκώς.
21:34
ἄλλοι
δὲ
ἄλλο
τι
ἐπεφώνουν
ἐν
τῷ
ὄχλῳ.
μὴ
δυναμένου
δὲ
αὐτοῦ
γνῶναι
τὸ
ἀσφαλὲς
διὰ
τὸν
θόρυβον
ἐκέλευσεν
ἄγεσθαι
αὐτὸν
εἰς
τὴν
παρεμβολήν.
21:35
ὅτε
δὲ
ἐγένετο
ἐπὶ
τοὺς
ἀναβαθμούς,
συνέβη
βαστάζεσθαι
αὐτὸν
ὑπὸ
τῶν
στρατιωτῶν
διὰ
τὴν
βίαν
τοῦ
ὄχλου,
21:36
ἠκολούθει
γὰρ
τὸ
πλῆθος
τοῦ
λαοῦ
κράζοντες·
αἶρε
αὐτόν.
21:37
Μέλλων
τε
εἰσάγεσθαι
εἰς
τὴν
παρεμβολὴν
ὁ
Παῦλος
λέγει
τῷ
χιλιάρχῳ·
εἰ
ἔξεστιν
μοι
εἶπειν
τι
πρὸς
σέ;
ὁ
δὲ
ἔφη
Ἑλληνιστὶ
γινώσκεις;.
21:38
οὐκ
ἄρα
σὺ
εἶ
ὁ
Αἰγύπτιος
ὁ
πρὸ
τούτων
τῶν
ἡμέρων
ἀναστατώσας
καὶ
ἐξαγαγὼν
εἰς
τὴν
ἐρήμον
τοὺς
τετρακισχιλίους
ἄνδρας
τῶν
σικαρίων;.
21:39
εἶπεν
δὲ
ὁ
Παῦλος·
ἐγὼ
ἄνθρωπος
μέν
εἰμι
Ἰουδαῖος,
Ταρσεὺς
τῆς
Κιλικίας,
οὐκ
ἀσήμου
πόλεως
πολίτης·
δέομαι
δέ
σου,
ἐπίτρεψον
μοι
λαλῆσαι
πρὸς
τὸν
λαόν.
21:40
ἐπιτρέψαντος
δὲ
αὐτοῦ
ὁ
Παῦλος
ἑστὼς
ἐπὶ
τῶν
ἀναβαθμῶν
κατέσεισεν
τῇ
χειρὶ
τῷ
λαῷ.
πολλῆς
δὲ
σιγῆς
γενομένης
προσεφώνησεν
τῇ
Ἑβραΐδι
διαλέκτῳ
λέγων·
Westcott-Hort Greek NT
- Public Domain