Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
Acts 22
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
Acts 22
Commentary
Submitted Translations
Papers/Articles
22:1
Ἄνδρες
ἀδελφοὶ
καὶ
πατέρες,
ἀκούσατε
μου
τῆς
πρὸς
ὑμᾶς
νυνὶ
ἀπολογίας.
22:2
ἀκούσαντες
δὲ
ὅτι
τῇ
Ἑβραΐδι
διαλέκτῳ
προσεφώνει
αὐτοῖς.
μᾶλλον
παρέσχον
ἠσυχίαν
καὶ
φησίν·
22:3
ἐγώ
εἰμι
ἄνηρ
Ἰουδαῖος.
γεγεννημένος
ἐν
Ταρσῷ
τῆς
Κιλικίας,
ἀνατεθραμμένος
δὲ
ἐν
τῇ
πόλει
ταύτῃ
παρὰ
τοὺς
πόδας
Γαμαλιὴλ
πεπαιδευμένος
κατὰ
ἀκρίβειαν
τοῦ
πατρῴου
νόμου,
ζηλωτὴς
ὑπάρχων
τοῦ
θεοῦ
καθὼς
πάντες
ὑμεῖς
ἐστε
σήμερον·
22:4
ὃς
ταύτην
τὴν
ὁδὸν
ἐδίωξα
ἄχρι
θανάτου
δεσμεύων
καὶ
παραδιδοὺς
εἰς
φυλακὰς
ἄνδρας
τε
καὶ
γυναῖκας,
22:5
ὡς
καὶ
ὁ
ἀρχιερεὺς
μαρτυρεῖ
μοι
καὶ
πᾶν
τὸ
πρεσβυτέριον,
παρ'
ὧν
καὶ
ἐπιστολὰς
δεξάμενος
πρὸς
τοὺς
ἀδελφοὺς
εἰς
Δαμασκὸν
ἐπορευόμην
ἄξων
καὶ
τοὺς
ἐκεῖσε
ὄντας
δεδεμένους
εἰς
Ἰερουσαλὴμ
ἵνα
τιμωρηθῶσιν.
22:6
Ἐγένετο
δὲ
μοι
πορευομένῳ
καὶ
ἐγγίζοντι
τῇ
Δαμασκῷ
περὶ
μεσημβρίαν
ἐξαίφνης
ἐκ
τοῦ
οὐρανοῦ
περιαστράψαι
φῶς
ἱκανὸν
περὶ
ἐμέ,
22:7
ἔπεσα
τε
εἰς
τὸ
ἔδαφος
καὶ
ἤκουσα
φωνῆς
λεγούσης
μοι
Σαοὺλ
Σαούλ,
τί
με
διώκεις;.
22:8
ἐγὼ
δὲ
ἀπεκρίθην·
τίς
εἶ,
κύριε;
εἶπεν
τε
πρὸς
ἐμέ·
ἐγώ
εἰμι
Ἰησοῦς
ὁ
Ναζωραῖος,
ὃν
σὺ
διώκεις.
22:9
οἱ
δὲ
σὺν
ἐμοὶ
ὄντες
τὸ
μὲν
φῶς
ἐθεάσαντο
τὴν
δὲ
φωνὴν
οὐκ
ἤκουσαν
τοῦ
λαλοῦντος
μοι.
22:10
εἶπον
δὲ·
τί
ποιήσω,
κύριε;
ὁ
δὲ
κύριος
εἶπεν
πρός
με·
ἀναστὰς
πορεύου
εἰς
Δαμασκὸν
κακεῖ
σοι
λαληθήσεται
περὶ
πάντων
ὧν
τέτακται
σοι
ποιῆσαι.
22:11
ὡς
δὲ
οὐκ
ἐνέβλεπον
ἀπὸ
τῆς
δόξης
τοῦ
φωτὸς
ἐκείνου,
χειραγωγούμενος
ὑπὸ
τῶν
συνόντων
μοι
ἦλθον
εἰς
Δαμασκόν.
22:12
Ἁνανίας
δέ
τις,
ἀνὴρ
εὐλαβὴς
κατὰ
τὸν
νόμον,
μαρτυρούμενος
ὑπὸ
πάντων
τῶν
κατοικούντων
Ἰουδαίων,
22:13
ἐλθὼν
πρὸς
ἐμὲ
καὶ
ἐπιστὰς
εἶπεν
μοι·
Σαοὺλ
ἀδελφέ,
ἀνάβλεψον.
καγὼ
αὐτῇ
τῇ
ὥρᾳ
ἀνέβλεψα
εἰς
αὐτόν.
22:14
ὁ
δὲ
εἶπεν·
ὁ
θεὸς
τῶν
πατέρων
ἡμῶν
προεχειρίσατο
σε
γνῶναι
τὸ
θέλημα
αὐτοῦ
καὶ
ἰδεῖν
τὸν
δίκαιον
καὶ
ἀκοῦσαι
φωνὴν
ἐκ
τοῦ
στόματος
αὐτοῦ,
22:15
ὅτι
ἔση
μάρτυς
αὐτῷ
πρὸς
πάντας
ἀνθρώπους
ὧν
ἑώρακας
καὶ
ἤκουσας.
22:16
καὶ
νῦν
τί
μέλλεις;
ἀναστὰς
βάπτισαι
καὶ
ἀπόλουσαι
τὰς
ἁμαρτίας
σου
ἐπικαλεσάμενος
τὸ
ὄνομα
αὐτοῦ.
22:17
Ἐγένετο
δέ
μοι
ὑποστρέψαντι
εἰς
Ἰερουσαλὴμ
καὶ
προσευχομένου
μου
ἐν
τῷ
ἱερῷ
γενέσθαι
με
ἐν
ἐκστάσει.
22:18
καὶ
ἰδεῖν
αὐτὸν
λέγοντα
μοι·
σπεῦσον
καὶ
ἔξελθε
ἐν
τάχει
ἐξ
Ἰερουσαλήμ,
διότι
οὐ
παραδέξονται
σου
μαρτυρίαν
περὶ
ἐμοῦ.
22:19
καγὼ
εἶπον·
κύριε,
αὐτοὶ
ἐπίστανται
ὅτι
ἐγὼ
ἤμην
φυλακίζων
καὶ
δέρων
κατὰ
τὰς
συναγωγὰς
τοὺς
πιστεύοντας
ἐπὶ
σέ,
22:20
καὶ
ὅτε
ἐξεχύννετο
τὸ
αἷμα
Στεφάνου
τοῦ
μάρτυρος
σου,
καὶ
αὐτὸς
ἤμην
ἐφεστὼς
καὶ
συνευδοκῶν
καὶ
φυλάσσων
τὰ
ἱμάτια
τῶν
ἀναιρούντων
αὐτόν.
22:21
καὶ
εἶπεν
πρός
με·
πορεύου,
ὅτι
ἐγὼ
εἰς
ἔθνη
μακρὰν
ἐξαποστελῶ
σε.
22:22
Ἤκουον
δὲ
αὐτοῦ
ἄχρι
τούτου
τοῦ
λόγου
καὶ
ἐπῆραν
τὴν
φωνὴν
αὐτῶν
λέγοντες·
αἶρε
ἀπὸ
τῆς
γῆς
τὸν
τοιοῦτον,
οὐ
γὰρ
καθῆκεν
αὐτὸν
ζῆν.
22:23
κραυγαζόντων
τε
αὐτῶν
καὶ
ῥιπτούντων
τὰ
ἱμάτια
καὶ
κονιορτὸν
βαλλόντων
εἰς
τὸν
ἀέρα,
22:24
ἐκέλευσεν
ὁ
χιλίαρχος
εἰσάγεσθαι
αὐτὸν
εἰς
τὴν
παρεμβολήν,
εἴπας
μάστιξιν
ἀνετάζεσθαι
αὐτὸν
ἵνα
ἐπιγνῷ
δι'
ἣν
αἰτίαν
οὕτως
ἐπεφώνουν
αὐτῷ.
22:25
ὡς
δὲ
προέτειναν
αὐτὸν
τοῖς
ἱμᾶσιν,
εἶπεν
πρὸς
τὸν
ἑστῶτα
ἑκατόνταρχον
ὁ
Παῦλος·
εἰ
ἄνθρωπον
Ῥωμαῖον
καὶ
ἀκατάκριτον
ἔξεστιν
ὑμῖν
μαστίζειν;.
22:26
ἀκούσας
δὲ
ὁ
ἑκατοντάρχης
προσελθὼν
τῷ
χιλιάρχῳ
ἀπήγγειλεν
λέγων·
τί
μέλλεις
ποιεῖν;
ὁ
γὰρ
ἄνθρωπος
οὗτος
Ῥωμαῖος
ἐστιν.
22:27
προσελθὼν
δὲ
ὁ
χιλίαρχος
εἶπεν
αὐτῷ·
λέγε
μοι,
σὺ
Ῥωμαῖος
εἶ;
ὁ
δὲ
ἔφη·
ναί.
22:28
ἀπεκρίθη
δὲ
ὁ
χιλίαρχος·
ἐγὼ
πολλοῦ
κεφαλαίου
τὴν
πολιτείαν
ταύτην
ἐκτησάμην.
ὁ
δὲ
Παῦλος
ἔφη·
ἐγὼ
δὲ
καὶ
γεγέννημαι.
22:29
εὐθέως
οὖν
ἀπέστησαν
ἀπ'
αὐτοῦ
οἱ
μέλλοντες
αὐτὸν
ἀνετάζειν,
καὶ
ὁ
χιλίαρχος
δὲ
ἐφοβήθη
ἐπιγνοὺς
ὅτι
Ῥωμαῖος
ἐστιν
καὶ
ὅτι
αὐτὸν
ἦν
δεδεκώς.
22:30
Τῇ
δὲ
ἐπαύριον
βουλόμενος
γνῶναι
τὸ
ἀσφαλές,
τὸ
τί
κατηγορεῖται
ὑπὸ
τῶν
Ἰουδαίων,
ἔλυσεν
αὐτὸν
καὶ
ἐκέλευσεν
συνελθεῖν
τοὺς
ἀρχιερεῖς
καὶ
πᾶν
τὸ
συνέδριον,
καὶ
καταγαγὼν
τὸν
Παῦλον
ἔστησεν
εἰς
αὐτούς.
Westcott-Hort Greek NT
- Public Domain