Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
Galatians 2
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
Galatians 2
Commentary
Submitted Translations
Papers/Articles
2:1
Ἔπειτα
διὰ
δεκατεσσάρων
ἐτῶν
πάλιν
ἀνέβην
εἰς
Ἱεροσόλυμα
μετὰ
βαρναβᾶ
συμπαραλαβὼν
καὶ
Τίτον·
2:2
ἀνέβην
δὲ
κατὰ
ἀποκάλυψιν·
καὶ
ἀνεθέμην
αὐτοῖς
τὸ
εὐαγγέλιον
ὁ
κηρύσσω
ἐν
τοῖς
ἔθνεσιν,
κατ'
ἰδίαν
δὲ
τοῖς
δοκοῦσιν,
μή
πως
εἰς
κενὸν
τρέχω
ἢ
ἔδραμον.
2:3
ἀλλ'
οὐδὲ
Τίτος
ὁ
σὺν
ἐμοί,
Ἕλλην
ὤν,
ἠναγκάσθη
περιτμηθῆναι·
2:4
διὰ
δὲ
τοὺς
παρεισάκτους
ψευδαδέλφους
οἵτινες
παρεισῆλθον
κατασκοπῆσαι
τὴν
ἐλευθερίαν
ἡμῶν
ἣν
ἔχομεν
ἐν
Χριστῷ
Ἰησοῦ,
ἵνα
ἡμᾶς
καταδουλώσουσιν,
2:5
οἷς
οὐδὲ
πρὸς
ὥραν
εἴξαμεν
τῇ
ὑποταγῇ,
ἵνα
ἡ
ἀλήθεια
τοῦ
εὐαγγελίου
διαμείνῃ
πρὸς
ὑμᾶς.
2:6
Ἀπὸ
δὲ
τῶν
δοκοῦντων
εἶναι
τι,-
ὁποῖοι
ποτε
ἦσαν
οὐδέν
μοι
διαφέρει·
πρόσωπον
[ὁ]
θεὸς
ἀνθρώπου
οὐ
λαμβάνει-
ἐμοὶ
γὰρ
οἱ
δοκοῦντες
οὐδὲν
προσανέθεντο,
2:7
ἀλλὰ
τουναντίον
ἰδόντες
ὅτι
πεπίστευμαι
τὸ
εὐαγγέλιον
τῆς
ἀκροβυστίας
καθὼς
Πέτρος
τῆς
περιτομῆς.
2:8
ὁ
γὰρ
ἐνεργήσας
Πέτρῳ
εἰς
ἀποστολὴν
τῆς
περιτομῆς
ἐνήργησεν
καὶ
ἐμοὶ
εἰς
τὰ
ἔθνη,
2:9
καὶ
γνόντες
τὴν
χάριν
τὴν
δοθεῖσαν
μοι,
Ἰάκωβος
καὶ
Κηφᾶς
καὶ
Ἰωάννης,
οἱ
δοκοῦντες
στῦλοι
εἶναι
δεξιὰς
ἔδωκαν
ἐμοὶ
καὶ
βαρναβᾷ
κοινωνίας,
ἵνα
ἡμεῖς
εἰς
τὰ
ἔθνη,
αὐτοὶ
δὲ
εἰς
τὴν
περιτομήν·
2:10
μόνον
τῶν
πτωχῶν
ἵνα
μνημονεύωμεν,
ὁ
καὶ
ἐσπούδασα
αὐτὸ
τοῦτο
ποιῆσαι.
2:11
Ὅτε
δὲ
ἦλθεν
Κηφᾶς
εἰς
Ἀντιόχειαν,
κατὰ
πρόσωπον
αὐτῷ
ἀντέστην,
ὅτι
κατεγνωσμένος
ἦν.
2:12
πρὸ
τοῦ
γὰρ
ἐλθεῖν
τινας
ἀπὸ
Ἰακώβου
μετὰ
τῶν
ἐθνῶν
συνήσθιεν·
ὅτε
δὲ
ἦλθον
ὑπέστελλεν
καὶ
ἀφώριζεν
ἑαυτὸν
φοβούμενος
τοὺς
ἐκ
περιτομῆς.
2:13
καὶ
συνυπεκρίθησαν
αὐτῷ
[καὶ]
οἱ
λοιποὶ
Ἰουδαῖοι,
ὥστε
καὶ
βαρναβᾶς
συναπήχθη
αὐτῶν
τῇ
ὑποκρίσει.
2:14
ἀλλ'
ὅτε
εἶδον
ὅτι
οὐκ
ὀρθοποδοῦσιν
πρὸς
τὴν
ἀλήθειαν
τοῦ
εὐαγγελίου,
εἶπον
τῷ
Κηφᾷ
ἔμπροσθεν
πάντων·
εἰ
σὺ
Ἰουδαῖος
ὑπάρχων
ἐθνικῶς
καὶ
οὐκ
Ἰουδαϊκῶς
ζῇς
πῶς
τὰ
ἔθνη
ἀναγκάζεις
ἰουδαΐζειν;.
2:15
ἡμεῖς
φύσει
Ἰουδαῖοι
καὶ
οὐκ
ἐξ
ἐθνῶν
ἁμαρτωλοί·
2:16
εἰδότες
δὲ
ὅτι
οὐ
δικαιοῦται
ἄνθρωπος
ἐξ
ἔργων
νόμου
ἐὰν
μὴ
διὰ
πίστεως
Χριστοῦ
Ἰησοῦ,
καὶ
ἡμεῖς
εἰς
Χριστὸν
Ἰησοῦν
ἐπιστεύσαμεν,
ἵνα
δικαιωθῶμεν
ἐκ
πίστεως
Χριστοῦ
καὶ
οὐκ
ἐξ
ἔργων
νόμου,
ὅτι
ἐξ
ἔργων
νόμου
οὐ
δικαιωθήσεται
πᾶσα
σάρξ.
2:17
εἰ
δὲ
ζητοῦντες
δικαιωθῆναι
ἐν
Χριστῷ
εὑρέθημεν
καὶ
αὐτοὶ
ἁμαρτωλοί,
ἆρα
Χριστὸς
ἁμαρτίας
διάκονος;
μὴ
γένοιτο.
2:18
εἰ
γὰρ
ἃ
κατέλυσα
ταῦτα
πάλιν
οἰκοδομῶ,
παραβάτην
ἐμαυτὸν
συνιστάνω.
2:19
ἐγὼ
γὰρ
διὰ
νόμου
νόμῳ
ἀπέθανον,
ἵνα
θεῷ
ζήσω.
Χριστῷ
συνεσταύρωμαι·
2:20
ζῶ
δὲ
οὐκέτι
ἐγώ,
ζῇ
δὲ
ἐν
ἐμοὶ
Χριστὸς·
ὁ
δὲ
νῦν
ζῶ
ἐν
σαρκί,
ἐν
πίστει
ζῶ
τῇ
τοῦ
υἱοῦ
τοῦ
θεοῦ
τοῦ
ἀγαπήσαντος
με
καὶ
παραδόντος
ἑαυτὸν
ὑπὲρ
ἐμοῦ.
2:21
Οὐκ
ἀθετῶ
τὴν
χὰριν
τοῦ
θεοῦ·
εἰ
γὰρ
διὰ
νόμου
δικαιοσύνη,
ἄρα
Χριστὸς
δωρεὰν
ἀπέθανεν.
Westcott-Hort Greek NT
- Public Domain