Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

James 4

4:1 Πόθεν πόλεμοι καὶ πόθεν μάχαι ἐν ὐμῖν οὐκ ἐντεῦθεν ἐκ τῶν ἡδονῶν ὑμῶν τῶν στρατευομένων ἐν τοῖς μέλεσιν ὑμῶν;. 4:2 ἐπιθυμεὶτε καὶ οὐκ ἔχετε, φονεύετε καὶ ζηλοῦτε καὶ οὐ δύνασθε ἐπιτυχεῖν, μάχεσθε καὶ πολεμεῖτε, οὐκ ἔχετε διὰ τὸ μὴ αἰτεῖσθαι ὑμᾶς, 4:3 αἰτεῖτε καὶ οὐ λαμβάνετε διότι κακῶς αἰτεῖσθε, ἵνα ἐν ταῖς ἡδοναῖς ὑμῶν δαπανήσητε. 4:4 μοιχαλίδες, οὐκ οἴδατε ὅτι φιλία τοῦ κόσμου ἔχθρα τοῦ θεοῦ ἐστιν; ὃς ἐὰν οὖν βουληθῇ φίλος εἶναι τοῦ κόσμου, ἐχθρὸς τοῦ θεοῦ καθίσταται. 4:5 δοκεῖτε ὅτι κενῶς γραφὴ λέγει, Πρὸς φθόνον ἐπιποθεῖ τὸ πνεῦμα κατῴκισεν ἐν ἡμῖν; 4:6 μείζονα δὲ δίδωσιν χάριν. διὸ λέγει, θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσιν χάριν. 4:7 ὑποτάγητε οὖν τῷ θεῷ ἀντίστητε δὲ τῷ διαβόλῳ καὶ φεύξεται ἀφ' ὑμῶν, 4:8 ἐγγίσατε τῷ θεῷ καὶ ἐγγίσει ὑμῖν καθαρίσατε χεῖρας, ἁμαρτωλοί, καὶ ἁγνίσατε καρδίας, δίψυχοι. 4:9 ταλαιπωρήσατε καὶ πενθήσατε καὶ κλαύσατε. γέλως ὑμῶν εἰς πένθος μετατραπήτω καὶ χαρὰ εἰς κατήφειαν. 4:10 ταπεινώθητε ἐνώπιον κυρίου καὶ ὑψώσει ὑμᾶς. 4:11 Μὴ καταλαλεῖτε ἀλλήλων, ἀδελφοί. καταλαλῶν ἀδελφοῦ κρίνων τὸν ἀδελφὸν αὐτοῦ καταλαλεῖ νόμου καὶ κρίνει νόμον· εἰ δὲ νόμον κρίνεις, οὐκ εἶ ποιητὴς νόμου ἀλλὰ κριτής. 4:12 εἷς ἐστιν νομοθέτης καὶ κριτὴς δυνάμενος σῶσαι καὶ ἀπολέσαι· σὺ δὲ τίς εἶ κρίνων τὸν πλησίον;. 4:13 Ἄγε νῦν οἱ λέγοντες, Σήμερον αὔριον πορευσόμεθα εἰς τήνδε τὴν πόλιν καὶ ποιήσομεν ἐκεῖ ἐνιαυτὸν καὶ ἐμπορευσόμεθα καὶ κερδήσομεν· 4:14 οἵτινες οὐκ ἐπίστασθε τῆς αὔριον ποία ζωὴ ὑμῶν· ἀτμὶς γάρ ἐστε πρὸς ὀλίγον φαινομένη ἔπειτα καὶ ἀφανιζομένη. 4:15 ἀντὶ τοῦ λέγειν ὑμᾶς, Ἐὰν κύριος θέλὴ καὶ ζήσομεν καὶ ποιήσομεν τοῦτο ἐκεῖνο. 4:16 νῦν δὲ καυχᾶσθε ἐν ταῖς ἀλαζονείαις ὑμῶν· πᾶσα καύχησις τοιαύτη πονηρά ἐστιν. 4:17 εἰδότι οὖν καλὸν ποιεῖν καὶ μὴ ποιοῦντι, ἁμαρτία αὐτῳ ἐστιν.


Westcott-Hort Greek NT - Public Domain