Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

John 7

7:1 Καὶ μετὰ ταῦτα περιεπάτει [ὁ] Ἰησοῦς ἐν τῇ Γαλιλαίᾳ· οὐ γὰρ ἦθελεν ἐν τῇ Ἰουδαίᾳ περιπατεῖν, ὅτι ἐζήτουν αὐτὸν οἱ Ἰουδαίοι ἀποκτεῖναι. 7:2 Ἦν δὲ ἐγγὺς ἑορτὴ τῶν Ἰουδαίων σκηνοπηγία. 7:3 εἶπον οὖν πρὸς αὐτὸν οἱ ἀδελφοὶ αὐτοῦ· μετάβηθι ἐντεῦθεν καὶ ὕπαγε εἰς τὴν Ἰουδαίαν, ἵνα καὶ οἱ μαθηταί σου θεωρήσουσιν [σου] τὰ ἔργα ποιεῖς· 7:4 οὐδεὶς γάρ τι ἐν κρυπτῷ ποιεῖ καὶ ζητεῖ αὐτὸς ἐν παρρησίᾳ εἶναι. εἰ ταῦτα ποιεῖς, φανέρωσον σεαυτὸν τῷ κόσμῳ. 7:5 οὐδὲ γὰρ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. 7:6 λέγει οὐν αὐτοῖς Ἰησοῦς· καιρὸς ἐμὸς οὔπω πάρεστιν, δὲ καιρὸς ὑμέτερος πάντοτε ἐστιν ἕτοιμος. 7:7 οὐ δύναται κόσμος μισεῖν ὑμᾶς, ἐμὲ δὲ μισεῖ, ὅτι ἐγὼ μαρτυρῶ περὶ αὐτοῦ ὅτι τὰ ἔργα αὐτοῦ πονηρά ἐστιν. 7:8 ὑμεῖς ἀνάβητε εἰς τὴν ἑορτήν· ἐγὼ οὔπω ἀναβαίνω εἰς τὴν ἑορτὴν ταύτην, ὅτι ἐμὸς καιρὸς οὔπω πεπλήρωται. 7:9 ταῦτα δὲ εἶπων αὐτοῖς ἔμεινεν ἐν τῇ Γαλιλαίᾳ. 7:10 Ὡς δὲ ἀνέβησαν οἱ ἀδελφοὶ αὐτοῦ εἰς τὴν ἑορτήν, τότε καὶ αὐτὸς ἀνέβη οὐ φανερῶς ἀλλὰ ὡς ἐν κρυπτῷ. 7:11 οἱ οὖν Ἰουδαῖοι ἐζήτουν αὐτὸν ἐν τῇ ἑορτῇ καὶ ἔλεγον· ποῦ ἐστιν ἐκεῖνος;. 7:12 καὶ γογγυσμὸς περὶ αὐτοῦ ἦν πολὺς ἐν τοῖς ὄχλοις· οἱ μὲν ἔλεγον ὅτι ἀγαθός ἐστιν, ἄλλοι [δὲ] ἔλεγον· οὐ ἀλλὰ πλανᾷ τὸν ὄχλον. 7:13 οὐδεὶς μέντοι παρρησίᾳ ἐλάλει περὶ αὐτοῦ διὰ τὸν φόβον τῶν Ἰουδαίων. 7:14 Ἤδη δὲ τῆς ἑορτῆς μεσούσης ἀνέβη Ἰησοῦς εἰς τὸ ἱερὸν καὶ ἐδίδασκεν. 7:15 ἐθαύμαζον οὖν οἱ Ἰουδαῖοι λέγοντες· πῶς οὗτος γράμματα οἶδεν μὴ μεμαθηκώς;. 7:16 ἀπεκρίθη οὖν αὐτοῖς Ἰησοῦς καὶ εἶπεν· ἐμὴ διδαχὴ οὐκ ἔστιν ἐμὴ ἀλλὰ τοῦ πέμψαντος με· 7:17 ἐάν τις θέλη τὸ θέλημα αὐτοῦ ποιεῖν, γνώσεται περὶ τῆς διδαχῆς πότερον ἐκ τοῦ θεοῦ ἐστιν ἐγὼ ἀπ' ἐμαυτοῦ λαλῶ. 7:18 ἀφ' ἑαυτοῦ λαλῶν τὴν δόξαν τὴν ἰδίαν ζητεῖ· δὲ ζητῶν τὴν δόξαν τοῦ πέμψαντος αὐτὸν οὗτος ἀληθής ἐστιν καὶ ἀδικία εν αὐτῷ οὐκ ἔστιν. 7:19 οὐ Μωϋσῆς ἔδωκεν ὑμῖν τὸν νόμον; καὶ οὐδεὶς ἐξ ὑμῶν ποιεῖ τὸν νόμον. τί με ζητεῖτε ἀποκτεῖναι;. 7:20 ἀπεκρίθη ὄχλος· δαιμόνιον ἔχεις· τίς σε ζητεῖ ἀποκτεῖναι;. 7:21 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· ἓν ἔργον ἐποίησα καὶ πάντες θαυμάζετε. 7:22 διὰ τοῦτο Μωϋσῆς δέδωκεν ὑμῖν τὴν περιτομήν -οὐχ ὅτι ἐκ τοῦ Μωϋσέως ἐστὶν ἀλλ' ἐκ τῶν πατέρων -καὶ [ἐν] σαββάτῳ περιτέμνετε ἄνθρωπον. 7:23 εἰ περιτομὴν λαμβάνει [ὁ] ἄνθρωπος ἐν σαββάτῳ ἵνα μὴ λυθῇ νόμος Μωϋσέως, ἐμοὶ χολᾶτε ὅτι ὅλον ἄνθρωπον ὑγιῆ ἐποίησα ἐν σαββάτῳ;. 7:24 μὴ κρίνετε κατ' ὄψιν, ἀλλὰ τὴν δικαίαν κρίσιν κρίνετε. 7:25 ἔλεγον οὖν τινες ἐκ τῶν Ἱεροσολυμιτῶν· οὐχ οὗτος ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι;. 7:26 καὶ ἴδε παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν οἱ ἄρχοντες ὅτι οὗτος ἐστιν χριστός. 7:27 ἀλλὰ τοῦτον οἴδαμεν πόθεν ἐστίν· δὲ χριστὸς ὅταν ἔρχηται οὐδεὶς γινώσκει πόθεν ἐστίν. 7:28 ἔκραξεν οὖν ἐν τῷ ἱερῷ διδάσκων [ὁ] Ἰησοῦς καὶ λέγων· καμὲ οἴδατε καὶ οἴδατε πὀθεν εἰμί· καὶ ἀπ' ἐμαυτοῦ οὐκ ἐλήλυθα, ἀλλ' ἔστιν ἀληθινὸς πέμψας με, ὃν ὑμεῖς οὐκ οἴδατε· 7:29 ἐγὼ οἶδα αὐτὸν, ὅτι παρ' αὐτοῦ εἰμι κακεῖνος με ἀπέστειλεν. 7:30 Ἐζήτουν οὖν αὐτὸν πιάσαι καὶ οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὴν χεῖρα, ὅτι οὔπω ἐληλύθει ὥρα αὐτοῦ. 7:31 Ἐκ τοῦ ὄχλου δὲ πολλοὶ ἐπίστευσαν εἰς αὐτὸν καὶ ἔλεγον· χριστὸς ὅταν ἔλθῃ μὴ πλείονα σημεῖα ποιήσει ὧν οὗτος ἐποίησεν;. 7:32 ἤκουσαν οἱ Φαρισαῖοι τοῦ ὄχλου γογγύζοντος περὶ αὐτοῦ ταῦτα, καὶ ἀπέστειλαν οἱ ἀρχιερεῖς καὶ οἱ Φαρισαῖοι ὑπηρέτας ἵνα πιάσωσιν αὐτόν. 7:33 εἶπεν οὖν Ἰησοῦς· ἔτι χρόνον μικρὸν μεθ' ὑμῶν εἰμι καὶ ὑπάγω πρὸς τὸν πέμψαντα με. 7:34 ζητήσετε με καὶ οὐχ εὑρήσετε με, καὶ ὅπου εἰμὶ ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 7:35 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς ἑαυτούς· ποῦ οὗτος μέλλει πορεύεσθαι ὅτι ἡμεῖς οὐχ εὑρήσομεν αὐτόν; μὴ εἰς τὴν διασπορὰν τῶν Ἑλλήνων μέλλει πορεύεσθαι καὶ διδάσκειν τοὺς Ἕλληνας;. 7:36 τίς ἐστιν λόγος οὗτος ὃν εἶπεν ζητήσετε με καὶ οὐχ εὑρήσετε με, καὶ ὅπου εἰμι ἐγὼ ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;. 7:37 Ἐν δὲ τῇ ἐσχάτῃ ἡμέρᾳ τῇ μεγάλῃ τῆς ἑορτῆς εἱστήκει Ἰησοῦς καὶ ἔκραξεν λέγων· ἐάν τις διψᾷ ἐρχέσθω πρός με καὶ πινέτω. 7:38 πιστεύων εἰς ἐμέ, καθὼς εἶπεν γραφή, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. 7:39 τοῦτο δὲ εἶπεν περὶ τοῦ πνεύματος οὒ ἔμελλον λαμβάνειν οἱ πιστεύσαντες εἰς αὐτόν· οὔπω γὰρ ἦν πνεῦμα, ὅτι Ἰησοῦς οὔπω ἐδοξάσθη. 7:40 Ἐκ τοῦ ὄχλου οὖν ἀκούσαντες τῶν λόγων τοὐτων ἔλεγον· [ὅτι] οὗτος ἐστιν ἀληθῶς προφήτης· 7:41 ἄλλοι ἔλεγον· οὗτος ἐστιν χριστός, οἱ δὲ ἔλεγον μὴ γὰρ ἐκ τῆς Γαλιλαίας χριστὸς ἔρχεται;. 7:42 οὐχ γραφὴ εἶπεν ὅτι ἐκ τοῦ σπέρματος Δαυὶδ καὶ ἀπὸ Βηθλέεμ τῆς κώμης ὅπου ἦν Δαυὶδ ἔρχεται χριστός;. 7:43 σχίσμα οὖν ἐγένετο ἐν τῷ ὄχλῳ δι' αὐτόν· 7:44 τινὲς δὲ ἤθελον ἐξ αὐτῶν πιἀσαι αὐτόν, ἀλλ' οὐδεὶς ἔβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας. 7:45 Ἦλθον οὖν οἱ ὑπηρέται πρὸς τοὺς ἀρχιερεῖς καὶ Φαρισαίους καὶ εἶπον αὐτοῖς ἐκεῖνοι· διὰ τί οὐκ ἠγάγετε αὐτόν;. 7:46 ἀπεκρίθησαν οἱ ὑπηρέται· οὐδέποτε ἐλάλησεν οὕτως ἄνθρωπος. 7:47 ἀπεκρίθησαν οὖν [αὐτοῖς] οἱ Φαρισαῖοι· μὴ καὶ ὑμεῖς πεπλάνησθε;. 7:48 μή τις ἐκ τῶν ἀρχόντων ἐπίστευσεν εἰς αὐτὸν ἐκ τῶν Φαρισαίων;. 7:49 ἀλλὰ ὄχλος οὗτος μὴ γινώσκων τὸν νόμον ἐπάρατοι εἰσιν. 7:50 λέγει Νικόδημος πρὸς αὐτούς, ἐλθὼν πρὸς αὐτὸν πρότερον, εἷς ὢν ἐξ αὐτῶν· 7:51 μὴ νόμος ἡμῶν κρίνει τὸν ἄνθρωπον ἐὰν μὴ ἀκούσῃ πρῶτον παρ' αὐτοῦ καὶ γνῷ τί ποιεῖ;. 7:52 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· μὴ καὶ σὺ ἐκ τῆς Γαλιλαίας εἶ, ἐραύνησον καὶ ἴδε ὅτι ἐκ τῆς Γαλιλαίας προφήτης οὐκ ἐγείρεται. 7:53 [[καὶ ἐπορεύθησαν ἕκαστος εἰς τὸν οἶκον αὐτοῦ,


Westcott-Hort Greek NT - Public Domain