Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

John 8

8:1 Ἰησοῦς δὲ ἐπορεύθη εἰς τὸ ὄρος τῶν ἐλαιῶν. 8:2 Ὄρθρου δὲ πάλιν παρεγένετο εἰς τὸ ἱερὸν [καὶ πᾶς λαὸς ἤρχετο πρὸς αὐτὸν, καὶ καθίσας ἐδίδασκεν αὐτούς]. 8:3 Ἄγουσιν δὲ οἱ γραμματεῖς καὶ οἱ Φαρισαῖοι γυναῖκα ἐπὶ μοιχείᾳ κατειλημμένην καὶ στήσαντες αὐτὴν ἐν μέσῳ. 8:4 λέγουσιν αὐτῳ· διδάσκαλε, αὕτη γυνὴ κατείληπται ἐπ' αὐτοφώρῳ μοιχευομένη· 8:5 ἐν δὲ τῷ νόμῳ [ἡμῖν] Μωϋσῆς ἐνετείλατο τὰς τοιαύτας λιθάζειν. σὺ οὖν τί λέγεις;. 8:6 [τοῦτο δὲ ἔλεγον πειράζοντες αὐτὸν, ἵνα ἔχωσιν κατηγορεῖν αὐτοῦ]. δὲ Ἰησοῦς κάτω κύψας τῷ δακτύλῳ κατέγραφεν εἰς τὴν γῆν. 8:7 ὡς δὲ ἐπέμενον ἐρωτῶντες [αὐτόν], ἀνέκυψεν καὶ εἶπεν [αὐτοῖς]· ἀναμάρτητος ὑμῶν πρῶτος ἐπ' αὐτὴν βαλέτω λίθον. 8:8 καὶ πάλιν κατακύψας ἔγραφεν εἰς τὴν γῆν. 8:9 οἱ δὲ ἀκούσαντες ἐξήρχοντο εἷς καθ' εἷς ἀρξάμενοι ἀπὸ τῶν πρεσβυτέρων καὶ κατελείφθη μόνος καὶ γυνὴ ἐν μέσῳ οὖσα. 8:10 ἀνακύψας δὲ Ἰησοῦς εἶπεν αὐτῇ· γύναι, ποῦ εἰσιν; οὐδείς σε κατέκρινεν;. 8:11 δὲ εἶπεν· οὐδείς, κύριε. εἶπεν δὲ Ἰησοῦς· οὐδὲ ἐγώ σε κατακρίνω· πορεύου, ἀπὸ τοῦ νῦν μηκέτι ἁμάρτανε.]]. 8:12 Πάλιν οὖν αὐτοῖς ἐλάλησεν [ὁ] Ἰησοῦς λέγων· ἐγὼ εἰμι τὸ φῶς τοῦ κόσμου· ἀκολουθῶν μοι οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. 8:13 εἶπον οὖν αὐτῷ οἱ Φαρισαῖοι· σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· μαρτυρία σου οὐκ ἐστιν ἀληθής. 8:14 ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· κὰν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν μαρτυρία μου ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω. ὑμεῖς δὲ οὐκ οἴδατε πόθεν ἔρχομαι ποῦ ὑπάγω. 8:15 ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, ἐγὼ οὐ κρίνω οὐδένα. 8:16 καὶ ἐὰν κρίνω δὲ ἐγώ, κρίσις ἐμὴ ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμι, ἀλλ' ἐγὼ καὶ πέμψας με [πατήρ]. 8:17 καὶ ἐν τῷ νόμῳ δὲ τῷ ὑμετέρῳ γέγραπται ὅτι δύο ἀνθρώπων μαρτυρία ἀληθής ἐστιν. 8:18 ἐγὼ εἰμι μαρτυρῶν περὶ ἐμαυτοῦ καὶ μαρτυρεῖ περὶ ἐμοῦ πέμψας με πατήρ. 8:19 ἔλεγον οὖν αὐτῷ· ποῦ ἐστιν πατήρ σου; ἀπεκρίθη Ἰησοῦς· οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου· εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾒδειτε. 8:20 Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτὸν, ὅτι οὔπω ἐληλύθει ὥρα αὐτοῦ. 8:21 Εἰπεν οὖν πάλιν αὐτοῖς ἐγὼ ὑπάγω καὶ ζητήσετε με καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν. 8:22 ἔλεγον οὖν οἱ Ἰουδαῖοι μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν;. 8:23 καὶ ἔλεγεν αὐτοῖς ὑμεῖς ἐκ τῶν κάτω ἐστε, ἐγὼ ἐκ τῶν ἄνω εἰμι· ὑμεῖς ἐκ τούτου τοῦ κόσμου ἐστε, ἐγὼ οὐκ εἰμὶ ἐκ τοῦ κὀσμου τούτου. 8:24 εἶπον οὖν ὑμῖν ὅτι ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν· ἐὰν γὰρ μὴ πιστεύσητε ὅτι ἐγὼ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν. 8:25 ἔλεγον οὖν αὐτῷ· σὺ τίς εἶ; εἶπεν αὐτοῖς [ὁ] Ἰησοῦς· τὴν ἀρχὴν τι καὶ λαλῶ ὑμῖν;. 8:26 πολλὰ ἐχὼ περὶ ὑμῶν λαλεῖν καὶ κρίνειν ἀλλ' πέμψας με ἀληθής ἐστιν, καγὼ ἤκουσα παρ' αὐτοῦ ταῦτα λαλῶ εἰς τὸν κόσμον. 8:27 οὐκ ἔγνωσαν ὅτι τὸν πατέρα αὐτοῖς ἔλεγεν. 8:28 εἶπεν οὖν Ἰησοῦς· ὅταν ὑψώσητε τὸν υἱὸν τοῦ ἀνθρώπου, τότε γνώσεσθε ὅτι ἐγὼ εἰμι, καὶ ἀπ' ἐμαυτοῦ ποιῶ οὐδὲν, ἀλλὰ καθὼς ἐδίδαξεν με πατὴρ ταῦτα λαλῶ. 8:29 καὶ πέμψας με μετ' ἐμοῦ ἐστιν· οὐκ ἀφῆκεν με μόνον, ὅτι ἐγὼ τὰ ἀρεστὰ αὐτῷ ποιῶ πάντοτε. 8:30 Ταῦτα αὐτοῦ λαλοῦντος πολλοὶ ἐπίστευσαν εἰς αὐτόν. 8:31 ἔλεγεν οὖν Ἰησοῦς πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῷ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μου ἐστε. 8:32 καὶ γνώσεσθε τὴν ἀλήθειαν καὶ ἀλήθεια ἐλευθερώσει ὑμᾶς. 8:33 ἀπεκρίθησαν πρὸς αὐτὸν· σπέρμα Ἀβραάμ ἐσμεν καὶ οὐδενὶ δεδουλεύκαμεν πώποτε· πῶς σὺ λέγεις ὅτι ἐλεύθεροι γενήσεσθε;. 8:34 ἀπεκρίθη αὐτοῖς [ὁ] Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν ὅτι πᾶς ποιῶν τὴν ἁμαρτίαν δοῦλος ἐστιν [τῆς ἁμαρτίας]. 8:35 δὲ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰώνα, υἱὸς μένει εἰς τὸν αἰώνα. 8:36 ἐὰν οὖν υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροι ἔσεσθε. 8:37 Οἶδα ὅτι σπέρμα Ἀβραάμ ἐστε· ἀλλὰ ζητεῖτε με ἀποκτεῖναι, ὅτι λόγος ἐμὸς οὐ χωρεῖ ἐν ὑμῖν. 8:38 ἐγὼ ἑώρακα παρὰ τῷ πατρὶ λαλῶ· καὶ ὑμεῖς οὖν ἠκούσατε παρὰ τοῦ πατρὸς ποιεῖτε. 8:39 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ· πατὴρ ἡμῶν Ἀβραάμ ἐστιν. λέγει αὐτοῖς [ὁ] Ἰησοῦς· εἰ τέκνα τοῦ Ἀβραάμ ἐστε, τὰ ἔργα τοῦ Ἀβραὰμ ποιεῖτε· 8:40 νῦν δὲ ζητεῖτε με ἀποκτεῖναι ἄνθρωπον ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα ἣν ἤκουσα παρὰ τοῦ θεοῦ· τοῦτο Ἀβραὰμ οὐκ ἐποίησεν. 8:41 ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν. εἶπαν αὐτῷ· ἡμεῖς ἐκ πορνείας οὐκ ἐγεννήθημεν, ἕνα πατέρα ἔχομεν τὸν θεόν. 8:42 εἶπεν αὐτοῖς [ὁ] Ἰησοῦς· εἰ θεὸς πατὴρ ὑμῶν ἦν ἠγάπατε ἂν ἐμέ, ἐγὼ γὰρ ἐκ τοῦ θεοῦ ἐξῆλθον καὶ ἥκω· οὐδὲ γὰρ ἀπ' ἐμαυτοῦ ἐλήλυθα, ἀλλ' ἐκεῖνος με ἀπέστειλεν. 8:43 διὰ τί τὴν λαλιὰν τὴν ἐμὴν οὐ γινώσκετε; ὅτι οὐ δύνασθε ἀκούειν τὸν λόγον τὸν ἐμόν. 8:44 ὑμεῖς ἐκ τοῦ πατρὸς τοῦ διαβόλου ἐστε καὶ τὰς ἐπιθυμίας τοῦ πατρὸς ὑμῶν θέλετε ποιεῖν. ἐκεῖνος ἀνθρωποκτόνος ἦν ἀπ' ἀρχῆς καὶ ἐν τῇ ἀληθείᾳ οὐκ ἔστηκεν, ὅτι οὐκ ἐστιν ἀλήθεια ἐν αὐτῷ. ὅταν λαλῇ τὸ ψεῦδος ἐκ τῶν ἰδίων λαλεῖ, ὅτι ψεύστης ἐστιν καὶ πατὴρ αὐτοῦ. 8:45 ἐγὼ δὲ ὅτι τὴν ἀλήθειαν λέγω, οὐ πιστεύετε μοι. 8:46 τίς ἐξ ὑμῶν ἐλέγχει με περὶ ἁμαρτίας; εἰ ἀλήθειαν λέγω, διὰ τί ὑμεῖς οὐ πιστεύετε μοι;. 8:47 ὢν ἐκ τοῦ θεοῦ τὰ ῥήματα τοῦ θεοῦ ἀκούει· διὰ τοῦτο ὑμεῖς οὐκ ἀκούετε, ὅτι ἐκ τοῦ θεοῦ οὐκ ἐστέ. 8:48 Ἀπεκρίθησαν οἱ Ιουδαῖοι καὶ εἶπαν αὐτῷ· οὐ καλῶς λέγομεν ἡμεῖς ὅτι Σαμαρίτης εἶ σὺ καὶ δαιμόνιον ἔχεις;. 8:49 ἄπεκρίθη Ἰησοῦς· ἐγὼ δαιμόνιον οὐκ ἔχω, ἀλλὰ τιμῶ τὸν πατέρα μου, καὶ ὑμεῖς ἀτιμάζετε με. 8:50 ἐγὼ δὲ οὐ ζητῶ τὴν δόξαν μου· ἐστιν ζητῶν καὶ κρίνων. 8:51 ἀμὴν ἀμὴν λέγω ὑμῖν, ἐὰν τις τὸν ἐμὸν λόγον τηρήσῃ, θάνατον οὐ μὴ θεωρήσῃ εἰς τὸν αἰῶνα. 8:52 εἶπον αὐτῷ οἱ Ἰουδαῖοι· νῦν ἐγνώκαμεν ὅτι δαιμόνιον ἔχεις. Ἀβραὰμ ἀπέθανεν καὶ οἱ προφῆται, καὶ σὺ λέγεις· ἐάν τις τὸν λόγον μου τηρήσῃ οὐ μὴ γεύσηται θανάτου εἰς τὸν αἰῶνα. 8:53 μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἀβραάμ, ὅστις ἀπέθανεν καὶ οἱ προφῆται ἀπέθανον. τίνα σεαυτὸν ποιεῖς;. 8:54 ἀπεκρίθη Ἰησοῦς· ἐὰν ἐγὼ δοξάσω ἐμαυτόν, δόξα μου οὐδὲν ἐστιν· ἔστιν πατήρ μου δοξάζων με, ὃν ὑμεῖς λέγετε ὅτι θεὸς ὑμῶν ἐστιν, 8:55 καὶ οὐκ ἐγνώκατε αὐτόν, ἐγὼ δὲ οἶδα αὐτὸν κὰν εἴπω ὅτι οὐκ οἶδα αὐτὸν, ἐσομαι ὅμοιος ὑμῖν ψεύστης· ἀλλὰ οἶδα αὐτὸν καὶ τὸν λόγον αὐτοῦ τηρῶ. 8:56 Ἀβραὰμ πατὴρ ὑμῶν ἠγαλλιάσατο ἵνα ἴδῃ τὴν ἡμέραν τὴν ἐμήν, καὶ εἶδεν καὶ ἐχάρη. 8:57 εἶπον οὖν οἱ Ἰουδαῖοι πρὸς αὐτόν· πεντήκοντα ἔτη οὔπω ἔχεις καὶ Ἀβραὰμ ἑώρακας;. 8:58 εἶπεν αὐτοῖς Ἰησοῦς· ἀμὴν ἀμὴν λέγω ὑμῖν, πρὶν Ἀβραὰμ γενέσθαι ἐγὼ εἰμί. 8:59 ἦραν οὖν λίθους ἵνα βάλωσιν ἐπ' αὐτόν. Ἰησοῦς δὲ ἐκρύβη καὶ ἐξῆλθεν ἐκ τοῦ ἱεροῦ.


Westcott-Hort Greek NT - Public Domain