Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

John 9

9:1 Καὶ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. 9:2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες ῥαββὶ, τίς ἥμαρτεν, οὗτος οἱ γονεῖς αὐτοῦ ἵνα τυφλὸς γεννηθῇ;. 9:3 ἀπεκρίθη Ἰησοῦς· οὕτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ ἀλλ' ἵνα φανερωθῇ τὰ ἔργα τοῦ θεοῦ ἐν αὐτῷ. 9:4 ἡμᾶς δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντος με ἕως ἡμέρα ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι. 9:5 ὅταν ἐν τῷ κόσμῷ ὦ, φῶς εἰμι τοῦ κόσμοῦ. 9:6 ταῦτα εἰπὼν ἔπτυσεν χαμαὶ καὶ ἐποίησεν πηλὸν ἐκ τοῦ πτύσματος καὶ ἐπέθηκεν αὐτοῦ τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς. 9:7 καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο καὶ ἦλθεν βλέπων. 9:8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι προσαίτης ἦν ἔλεγον· οὐχ οὗτος ἐστιν, καθήμενος καὶ προσαιτῶν;. 9:9 ἄλλοι ἔλεγον ὅτι οὗτος ἐστιν, ἄλλοι ἔλεγον· οὐχί, ἀλλὰ ὅμοιος αὐτῷ ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγὼ εἰμι. 9:10 ἔλεγον οὖν αὐτῷ· πῶς [οὖν] ἠνεῴχθησαν σου οἱ ὀφθαλμοί;. 9:11 ἀπεκρίθη ἐκεῖνος· ἄνθρωπος λεγόμενος Ἰησοῦς πηλὸν ἐποίησεν καὶ ἐπέχρισεν μου τοὺς ὀφθαλμοὺς καὶ εἶπεν μοι ὅτι ὕπαγε εἰς τὸν Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν οὖν καὶ νιψάμενος ἀνέβλεψα. 9:12 καὶ εἶπαν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα. 9:13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους τὸν πότε τυφλόν. 9:14 ἦν δὲ σάββατον ἐν ἡμέρᾳ τὸν πηλὸν ἐποίησεν Ἰησοῦς καὶ ἀνέῳξεν αὐτοῦ τοὺς ὀφθαλμούς. 9:15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι· πῶς ἀνέβλεψεν. δὲ εἶπεν αὐτοῖς πηλὸν ἐπέθηκεν μου ἐπὶ τοὺς ὀφθαλμοὺς καὶ ἐνιψάμην καὶ βλέπω. 9:16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὐκ ἐστιν οὗτος παρὰ θεοῦ ἄνθρωπος, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι [δὲ] ἔλεγον· πῶς δύναται ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς. 9:17 λέγουσιν οὖν τῷ τυφλῷ πάλιν· τί σὺ λέγεις περὶ αὐτοῦ, ὅτι ἠνέῳξεν σου τοὺς ὀφθαλμούς; δὲ εἶπεν ὅτι προφήτης ἐστίν. 9:18 Οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι ἦν τυφλὸς καὶ ἀνέβλεψεν ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος. 9:19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτος ἐστιν υἱὸς ὑμῶν, ὃν ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν βλέπει ἄρτι;. 9:20 ἀπεκρίθησαν οὖν οἱ γονεῖς αὐτοῦ καὶ εἶπαν· οἴδαμεν ὅτι οὗτος ἐστιν υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη· 9:21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν τίς ἤνοιξεν αὐτοῦ τοὺς ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸν ἐρωτήσατε, ἡλικίαν ἔχει, αὐτὸς περὶ ἑαυτοῦ λαλήσει. 9:22 ταῦτα εἶπαν οἱ γονεῖς αὐτοῦ ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους· ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα ἐάν τις αὐτὸν ὁμολογήσῃ χριστόν, ἀποσυνάγωγος γένηται. 9:23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπαν ὅτι ἡλικίαν ἔχει, αὐτὸν ἐπερωτήσατε, 9:24 Ἐφώνησαν οὖν τὸν ἄνθρωπον ἐκ δευτέρου ὃς ἦν τυφλὸς καὶ εἶπαν αὐτῷ· δός δόξαν τῷ θεῷ· ἡμεῖς οἴδαμεν ὅτι οὗτος ἄνθρωπος ἁμαρτωλός ἐστιν. 9:25 ἀπεκρίθη οὖν· ἐκεῖνος εἰ ἁμαρτωλός ἐστιν οὐκ οἶδα· ἓν οἶδα ὅτι τυφλὸς ὢν ἄρτι βλέπω. 9:26 εἶπον οὖν αὐτῷ· τί ἐποίησεν σοι; πῶς ἤνοιξεν σου τοὺς ὀφθαλμούς;. 9:27 ἀπεκρίθη αὐτοῖς εἶπον ὑμῖν ἤδη καὶ οὐκ ἠκούσατε· τί πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;. 9:28 καὶ ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ μαθητὴς εἶ ἐκείνου, ἡμεῖς δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί· 9:29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν θεὸς, τοῦτον δὲ οὐκ οἴδαμεν πόθεν ἐστιν. 9:30 ἀπεκρίθη ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν τούτῳ γὰρ τὸ θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστιν καὶ ἤνοιξεν μου τοὺς ὀφθαλμούς. 9:31 οἴδαμεν ὅτι θεὸς ἁμαρτωλῶν οὐκ ἀκούει. ἀλλ' ἐάν τις θεοσεβὴς καὶ τὸ θέλημα αὐτοῦ ποιῇ τούτου ἀκούει. 9:32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἠνέῳξεν τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου· 9:33 εἰ μὴ ἦν οὗτος παρὰ θεοῦ οὐκ ἠδύνατο ποιεῖν οὐδέν. 9:34 ἀπεκρίθησαν καὶ εἶπαν αὐτῷ ἐν ἁμαρτίαις σὺ ἐγεννήθης ὅλος καὶ σὺ διδάσκεις ἡμᾶς καὶ ἐξέβαλον αὐτὸν ἔξω. 9:35 Ἤκουσεν Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω καὶ εὑρὼν αὐτὸν εἶπεν· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ ἀνθρώπου;. 9:36 ἀπεκρίθη ἐκεῖνος [καὶ εἶπεν]· καὶ τίς ἐστιν, κύριε, ἵνα πιστεύσω εἰς αὐτόν;. 9:37 εἶπεν αὐτῷ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ λαλῶν μετὰ σοῦ ἐκεῖνος ἐστιν. 9:38 δὲ ἔφη· πιστεύω, κύριε· καὶ προσεκύνησεν αὐτῷ. 9:39 Καὶ εἶπεν Ἰησοῦς· εἰς κρίμα ἐγὼ εἰς τὸν κόσμον τούτον ἦλθον, ἵνα οἱ μὴ βλέποντες βλέπωσιν καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. 9:40 ἤκουσαν ἐκ τῶν Φαρισαίων ταῦτα οἱ μετ' αὐτοῦ ὄντες καὶ εἶπον αὐτῷ· μὴ καὶ ἡμεῖς τυφλοὶ ἐσμεν;. 9:41 εἶπεν αὐτοῖς [ὁ] Ἰησοῦς· εἰ τυφλοὶ ἧτε, οὐκ ἂν εἴχετε ἁμαρτίαν· νῦν δὲ λέγετε ὅτι βλέπομεν, ἁμαρτία ὑμῶν μένει.


Westcott-Hort Greek NT - Public Domain