Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Luke 19

19:1 Καὶ εἰσελθὼν διήρχετο τὴν Ἰεριχώ. 19:2 Καὶ ἰδοὺ ἀνὴρ ὀνόματι καλούμενος Ζακχαῖος καὶ αὐτὸς ἦν ἀρχιτελώνης καὶ αὐτὸς πλούσιος· 19:3 καὶ ἐζήτει ἰδεῖν τὸν Ἰησοῦν τίς ἐστιν καὶ οὐκ ἠδύνατο ἀπὸ τοῦ ὄχλου ὅτι τῇ ἡλικίᾳ μικρὸς ἦν. 19:4 καὶ προδραμὼν εἰς τὸ ἔμπροσθεν ἀνέβη ἐπὶ συκομορέαν ἵνα ἴδῃ αὐτὸν ὅτι ἐκείνης ἤμελλεν διέρχεσθαι, 19:5 καὶ ὡς ἦλθεν ἐπὶ τὸν τόπον, ἀναβλέψας [ὁ] Ἰησοῦς εἶπεν πρὸς αὐτόν· Ζακχαῖε, σπεύσας κατάβηθι, σήμερον γὰρ ἐν τῷ οἶκῳ σου δεῖ με μεῖναι. 19:6 καὶ σπεύσας κατέβη καὶ ὑπεδέξατο αὐτὸν χαίρων. 19:7 καὶ ἰδόντες πάντες διεγόγγυζον λέγοντες ὅτι παρὰ ἁμαρτωλῷ ἀνδρὶ εἰσῆλθεν καταλῦσαι. 19:8 σταθεὶς δὲ Ζακχαῖος εἶπεν πρὸς τὸν κύριον· ἰδοὺ τὰ ἡμίσια μου τῶν ὑπαρχόντων, κύριε, [τοῖς] πτωχοῖς δίδωμι, καὶ εἴ τινός τι ἐσυκοφάντησα ἀποδίδωμι τετραπλοῦν. 19:9 εἶπεν δὲ πρὸς αὐτὸν [ὁ] Ἰησοῦς ὅτι σήμερον σωτηρία τῷ οἴκῳ τούτῳ ἐγένετο, καθότι καὶ αὐτὸς υἱὸς Ἀβραάμ [ἐστιν]· 19:10 ἦλθεν γὰρ υἱὸς τοῦ ἀνθρώπου ζητῆσαι καὶ σῶσαι τὸ ἀπολωλός. 19:11 Ἀκουόντων δὲ αὐτῶν ταῦτα προσθεὶς εἶπεν παραβολὴν διὰ τὸ ἐγγὺς εἶναι Ἰερουσαλὴμ αὐτὸν καὶ δοκεῖν αὐτοὺς ὅτι παραχρῆμα μέλλει βασιλεία τοῦ θεοῦ ἀναφαίνεσθαι. 19:12 εἶπεν οὖν· ἄνθρωπος τις εὐγενὴς ἐπορεύθη εἰς χώραν μακρὰν λαβεῖν ἑαυτῷ βασιλείαν καὶ ὑποστρέψαι. 19:13 καλέσας δὲ δέκα δούλους ἑαυτοῦ ἔδωκεν αὐτοῖς δέκα μνᾶς καὶ εἶπεν πρὸς αὐτοὺς πραγματεύσασθαι ἐν ἔρχομαι. 19:14 οἱ δὲ πολῖται αὐτοῦ ἐμίσουν αὐτὸν καὶ ἀπέστειλαν πρεσβείαν ὀπίσω αὐτοῦ λέγοντες· οὐ θέλομεν τούτον βασιλεῦσαι ἐφ' ἡμᾶς. 19:15 καὶ ἐγένετο ἐν τῷ ἐπανελθεῖν αὐτὸν λαβόντα τὴν βασιλείαν καὶ εἶπεν φωνηθῆναι αὐτῷ τοὺς δούλους τούτους οἷς δεδώκει τὸ ἀργύριον, ἵνα γνοῖ τί διεπραγματεύσαντο. 19:16 παρεγένετο δὲ πρῶτος λέγων, κύριε, μνᾶ σου δέκα προσηργάσατο μνᾶς. 19:17 καὶ εἶπεν αὐτῷ· εὖγε, ἀγαθὲ δοῦλε, ὅτι ἐν ἐλαχίστῳ πιστὸς ἐγένου, ἴσθι ἐξουσίαν ἔχων ἐπάνω δέκα πόλεων. 19:18 καὶ ἦλθεν δεύτερος λέγων· μνᾶ σου, κύριε, ἐποίησεν πέντε μνᾶς. 19:19 εἶπεν δὲ καὶ τούτῳ· καὶ σὺ ἐπάνω γίνου πέντε πόλεων. 19:20 καὶ ἕτερος ἦλθεν λέγων· κύριε, ἰδοὺ μνᾶ σου ἣν εἶχον ἀποκειμένην ἐν σουδαρίῳ· 19:21 ἐφοβούμην γὰρ σε, ὅτι ἄνθρωπος αὐστηρὸς εἶ, αἴρεις οὐκ ἔθηκας καὶ θερίζεις οὐκ ἔσπειρας. 19:22 λέγει αὐτῷ· ἐκ τοῦ στόματος σου κρινῶ σε, πονηρὲ δοῦλε. ᾔδεις ὅτι ἐγὼ ἄνθρωπος αὐστηρός εἰμι, αἴρων οὐκ ἔθηκα καὶ θερίζων οὐκ ἔσπειρα;. 19:23 καὶ διᾳ τί οὐκ ἔδωκας μου τὸ ἀργύριον ἐπὶ τράπεζαν; καγὼ ἐλθὼν σὺν τόκῳ ἂν αὐτὸ ἔπραξα. 19:24 καὶ τοῖς παρεστῶσιν εἶπεν· ἄρατε ἀπ' αὐτοῦ τὴν μνᾶν καὶ δότε τῷ τὰς δέκα μνᾶς ἔχοντι. 19:25 καὶ εἶπαν αὐτῷ· κύριε, ἔχει δέκα μνᾶς. 19:26 λέγω ὑμῖν ὅτι παντὶ τῷ ἔχοντι δοθήσεται, ἀπὸ δὲ τοῦ μὴ ἔχοντος καὶ ἔχει ἀρθήσεται. 19:27 πλὴν τοὺς ἔχθρους μου τούτους τοὺς μὴ θελήσαντας με βασιλεῦσαι ἐπ' αὐτοὺς ἀγάγετε ὧδε καὶ κατασφάξατε αὐτοὺς ἔμπροσθεν μου. 19:28 Καὶ εἶπων ταῦτα ἐπορεύετο ἔμπροσθεν ἀναβαίνων εἰς Ἰεροσόλυμα. 19:29 Καὶ ἐγένετο ὡς ἤγγισεν εἰς Βηθφαγὴ καὶ Βηθανία πρὸς τὸ ὄρος τὸ καλούμενον Ἐλαιῶν, ἀπέστειλεν δύο τῶν μαθητῶν. 19:30 λέγων· ὑπάγετε εἰς τὴν κατέναντι κώμην, ἐν εἰσπορευόμενοι εὑρήσετε πῶλον δεδεμένον ἐφ' ὃν οὐδεὶς πώποτε ἀνθρώπων ἐκάθισεν, καὶ λύσαντες αὐτὸν ἀγάγετε. 19:31 καὶ ἐὰν τις ὑμᾶς ἐρωτᾷ διὰ τί λύετε; οὕτως ἐρεῖτε· ὅτι κύριος αὐτοῦ χρείαν ἔχει. 19:32 ἀπελθόντες δὲ οἱ ἀπεσταλμένοι εὗρον καθὼς εἶπεν αὐτοῖς. 19:33 λυόντων δὲ αὐτῶν τὸν πῶλον εἶπαν οἱ κύριοι αὐτοῦ πρὸς αὐτοὺς· τί λύετε τὸν πῶλον;. 19:34 οἱ δὲ εἶπαν· ὅτι κύριος αὐτοῦ χρεἰαν ἔχει. 19:35 καὶ ἤγαγον αὐτὸν πρὸς τὸν Ἰησοῦν καὶ ἐπιρίψαντες αὐτῶν τὰ ἱμάτια ἐπὶ τὸν πῶλον ἐπεβίβασαν τὸν Ἰησοῦν. 19:36 πορευομένου δὲ αὐτοῦ ὑπεστρώννυον τὰ ἱμάτια ἑαυτῶν ἐν τῇ ὁδῷ. 19:37 ἐγγίζοντος δὲ αὐτοῦ ἤδη πρὸς τῇ καταβάσει τοῦ ὄρους τῶν ἐλαιῶν ἤρξαντο ἅπαν τὸ πλῆθος τῶν μαθητῶν χαίροντες αἰνεῖν τὸν θεὸν φωνῇ μεγάλῃ περὶ πασῶν ὧν εἶδον δυνάμεων, 19:38 λέγοντες εὐλογημένος ἐρχόμενος, βασιλεὺς ἐν ὀνόματι κυρίου· ἐν οὐρανῷ εἰρήνη καὶ δὸξα ἐν ὑψίστοις. 19:39 καί τινες τῶν Φαρισαίων ἀπὸ τοῦ ὄχλου εἶπαν πρὸς αὐτὸν· διδάσκαλε, ἐπιτίμησον τοῖς μαθηταῖς σου. 19:40 καὶ ἀποκριθεὶς εἶπεν· λέγω ὑμῖν, ἐὰν οὗτοι σιωπήσουσιν, οἱ λίθοι κράξουσιν. 19:41 Καὶ ὡς ἤγγισεν ἰδὼν τὴν πόλιν ἔκλαυσεν ἐπ' αὐτὴν. 19:42 λἐγων ὅτι εἰ ἔγνως ἐν τῇ ἡμέρᾳ ταύτῃ καὶ σὺ τὰ πρὸς εἰρήνην· νῦν δὲ ἐκρύβη ἀπὸ ὀφθαλμῶν σου. 19:43 ὅτι ἥξουσιν ἡμέραι ἐπὶ σε καὶ παρεμβαλοῦσιν οἱ ἐχθροί σου χάρακα σοι καὶ περικυκλώσουσιν σε καὶ συνέξουσιν σε πάντοθεν, 19:44 καὶ ἐδαφιοῦσιν σε καὶ τὰ τέκνα σου ἐν σοί, καὶ οὐκ ἀφήσουσιν λίθον ἐπὶ λίθον ἐν σοί, ἀνθ' ὧν οὐκ ἔγνως τὸν καιρὸν τῆς ἐπισκοπῆς σου. 19:45 Καὶ εἰσελθὼν εἰς τὸ ἱερὸν ἤρξατο ἐκβάλλειν τοὺς πωλοῦντας. 19:46 λέγων αὐτοῖς· γέγραπται καὶ ἔσται οἶκος μου οἶκος προσευχῆς, ὑμεῖς δὲ αὐτὸν ἐποιήσατε σπήλαιον λῃστῶν. 19:47 Καὶ ἦν διδάσκων τὸ καθ' ἡμέραν ἐν τῷ ἱερῷ. οἱ δὲ ἀρχιερεῖς καὶ οἱ γραμματεῖς ἐζήτουν αὐτὸν ἀπολέσαι καὶ οἱ πρῶτοι τοῦ λαοῦ, 19:48 καὶ οὐχ εὕρισκον τὸ τί ποιήσωσιν, λαὸς γὰρ ἅπας ἐξεκρέματο αὐτοῦ ἀκούων.


Westcott-Hort Greek NT - Public Domain