Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited

Matthew 25

25:1 Τότε ὁμοιωθήσεται βασιλεία τῶν οὐρανῶν δέκα παρθένοις, αἵτινες λαβοῦσαι τὰς λαμπάδας ἑαυτῶν ἐξῆλθον εἰς ὑπάντησιν τοῦ νυμφίου. 25:2 πέντε δὲ ἐξ αὐτῶν ἦσαν μωραὶ καὶ πέντε φρόνιμοι. 25:3 αἱ γὰρ μωραὶ λαβοῦσαι τὰς λαμπάδας [αὐτῶν] οὐκ ἔλαβον μεθ' ἑαυτῶν ἔλαιον. 25:4 αἱ δὲ φρόνιμοι ἔλαβον ἔλαιον ἐν τοῖς ἀγγείοις μετὰ τῶν λαμπάδων ἑαυτῶν. 25:5 χρονίζοντος δὲ τοῦ νυμφίου ἐνύσταξαν πᾶσαι καὶ ἐκάθευδον. 25:6 μέσης δὲ νυκτὸς κραυγὴ γέγονεν· ἰδοὺ νυμφίος, ἐξέρχεσθε εἰς ἀπάντησιν. 25:7 τότε ἠγέρθησαν πᾶσαι αἱ παρθένοι ἐκεῖναι καὶ ἐκόσμησαν τὰς λαμπάδας ἑαυτῶν. 25:8 αἱ δὲ μωραὶ ταὶς φρονίμοις εἶπαν· δότε ἡμῖν ἐκ τοῦ ἐλαίου ὑμῶν ὅτι αἱ λαμπάδες ἡμῶν σβέννυνται. 25:9 ἀπεκρίθησαν δὲ αἱ φρόνιμοι λέγουσαι· μήποτε οὐ μὴ ἀρκέσῃ ἡμῖν καὶ ὑμῖν· πορεύεσθε μᾶλλον πρὸς τοὺς πωλοῦντας καὶ ἀγοράσατε ἑαυταῖς. 25:10 ἀπερχομένων δὲ αὐτῶν ἀγοράσαι ἦλθεν νυμφίος, καὶ αἱ ἕτοιμοι εἰσῆλθον μετ' αὐτοῦ εἰς τοὺς γάμους καὶ ἐκλείσθη θύρα. 25:11 ὕστερον δὲ ἔρχονται καὶ αἱ λοιπαὶ παρθένοι λέγουσαι· κύριε κύριε, ἄνοιξον ἡμῖν. 25:12 δὲ ἀποκριθεὶς εἶπεν· ἀμὴν λέγω ὑμῖν, οὐκ οἶδα ὑμᾶς. 25:13 γρηγορεῖτε οὖν ὅτι οὐκ οἴδατε τὴν ἡμέραν οὐδὲ τὴν ὥραν. 25:14 Ὥσπερ γὰρ ἄνθρωπος ἀποδημῶν ἐκάλεσεν τοὺς ἰδίους δούλους καὶ παρέδωκεν αὐτοῖς τὰ ὑπάρχοντα αὐτοῦ, 25:15 καὶ μὲν ἔδωκεν πέντε τάλαντα δὲ δύο, δὲ ἓν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν καὶ ἀπεδήμησεν. εὐθέως. 25:16 πορευθεὶς τὰ πέντε τάλαντα λαβὼν ἠργάσατο ἐν αὐτοῖς καὶ ἐκέρδησεν ἄλλα πέντε· 25:17 ὡσαύτως τὰ δύο ἐκέρδησεν ἄλλα δύο. 25:18 δὲ τὸ ἓν λαβὼν ἀπελθὼν ὤρυξεν γῆν καὶ ἔκρυψεν τὸ ἀργύριον τοῦ κυρίου αὐτοῦ. 25:19 μετὰ δὲ πολὺν χρόνον ἔρχεται κύριος τῶν δούλων ἐκείνων καὶ συναίρει λόγον μετ' αὐτῶν. 25:20 καὶ προσελθὼν τὰ πέντε τάλαντα λαβὼν προσήνεγκεν ἄλλα πέντε τάλαντα λέγων· κύριε· πέντε τάλαντα μοι παρέδωκας· ἴδε ἄλλα πέντε τάλαντα ἐκέρδησα. 25:21 ἔφη αὐτῷ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πίστε, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρὰν τοῦ κυρίου σου. 25:22 προσελθὼν καὶ τὰ δύο τάλαντα εἶπεν· κύριε, δύο τάλαντα μοι παρέδωκας· ἴδε ἄλλα δύο τάλαντα ἐκέρδησα. 25:23 ἔφη αὐτῷ κύριος αὐτοῦ· εὖ, δοῦλε ἀγαθὲ καὶ πιστέ, ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χαρᾶν τοῦ κυρίου σου. 25:24 προσελθὼν δὲ καὶ τὸ ἓν τάλαντον εἰληφὼς εἶπεν· κύριε, ἔγνων σε ὅτι σκληρὸς εἶ ἄνθρωπος, θερίζων ὅπου οὐκ ἔσπειρας καὶ συνάγων ὅθεν οὐ διεσκόρπισας, 25:25 καὶ φοβηθεὶς ἀπελθὼν ἔκρυψα τὸ τάλαντον σου ἐν τῇ γῇ· ἴδε ἔχεις τὸ σόν. 25:26 ἀποκριθεὶς δὲ κύριος αὐτοῦ εἶπεν αὐτῷ· πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ᾔδεις ὅτι θερίζω ὅπου οὐκ ἔσπειρα καὶ συνάγω ὅθεν οὐ διεσκόρπισα;. 25:27 ἔδει σε οὖν βαλεῖν τὰ ἀργύρια μου τοῖς τραπεζίταις καὶ ἐλθὼν ἐγὼ ἐκομισάμην ἂν τὸ ἐμὸν σὺν τόκῳ. 25:28 ἄρατε οὖν ἀπ' αὐτοῦ τὸ τάλαντον καὶ δότε τῷ ἔχοντι τὰ δέκα τάλαντα· 25:29 τῷ γὰρ ἔχοντι παντὶ δοθήσεται καὶ περισσευθήσεται, τοῦ δὲ μὴ ἔχοντος καὶ ἔχει ἀρθήσεται ἀπ' αὐτοῦ. 25:30 καὶ τὸν ἀχρεῖον δοῦλον ἐκβάλετε εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται κλαυθμὸς καὶ βρυγμὸς τῶν ὀδόντων. 25:31 Ὅταν δὲ ἔλθῃ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ· 25:32 καὶ συναχθήσονται ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει αὐτοὺς ἀπ' ἀλλήλων, ὥσπερ ποιμὴν ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων, 25:33 καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ, τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων. 25:34 τότε ἐρεῖ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ· δεῦτε οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. 25:35 ἐπείνασα γὰρ καὶ ἐδώκατε μοι φαγεῖν, ἐδίψησα καὶ ἐποτίσατε με, ξένος ἤμην καὶ συνηγάγετε με, 25:36 γυμνὸς καὶ περιεβάλετε με, ἠσθένησα καὶ ἐπεσκέψασθε με, ἐν φυλακῇ ἤμην καὶ ἤλθατε πρός με, 25:37 τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα καὶ ἐθρέψαμεν, διψῶντα καὶ ἐποτίσαμεν;. 25:38 πότε δέ σε εἴδομεν ξένον καὶ συνηγάγομεν, γυμνὸν καὶ περιεβάλομεν;. 25:39 πότε δέ σε εἴδομεν ἀσθενοῦντα ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;. 25:40 καὶ ἀποκριθεὶς βασιλεὺς ἐρεῖ αὐτοῖς· ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. 25:41 τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων· πορεύεσθε ἀπ' ἐμοῦ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ. 25:42 ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατε μοι φαγεῖν, [καὶ] ἐδίψησα καὶ οὐκ ἐποτίσατε με, 25:43 ξένος ἤμην καὶ οὐ συνηγάγετε με, γυμνὸς καὶ οὐ περιεβάλετε με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ ἐπεσκέψασθε με. 25:44 τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες· κύριε, πότε σε εἴδομεν πεινῶντα διψῶντα ξένον γυμνὸν ἀσθενῆ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμεν σοι;. 25:45 τότε ἀποκριθήσεται αὐτοῖς λέγων· ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων, οὐδὲ ἐμοὶ ἐποιήσατε. 25:46 καὶ ἀπελεύσονται οὗτοι εἰς κόλασιν αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.


Westcott-Hort Greek NT - Public Domain