Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
Philippians 3
Psalm 73
Psalm 91
Psalm 33
Philippians 4
John 15
Psalm 46
Acts 22
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
Philippians 3
Commentary
Submitted Translations
Papers/Articles
3:1
Τὸ
λοιπόν,
αδελφοι
μου,
χαίρετε
ἐν
κυρίῳ.
τὰ
αὐτὰ
γράφειν
ὑμῖν
ἐμοὶ
μὲν
οὐκ
ὀκνηρόν,
ὑμῖν
δὲ
ἀσφαλές.
3:2
Βλέπετε
τοὺς
κύνας,
βλέπετε
τοὺς
κακοὺς
ἐργάτας,
βλέπετε
τὴν
κατατομήν.
3:3
ἡμεῖς
γάρ
ἐσμεν
ἡ
περιτομή,
οἱ
πνεύματι
θεοῦ
λατρεύοντες
καὶ
καυχώμενοι
ἐν
Χριστῷ
Ἰησοῦ
καὶ
οὐκ
ἐν
σαρκὶ
πεποιθότες,
3:4
καίπερ
ἐγὼ
ἔχων
πεποίθησιν
καὶ
ἐν
σαρκί.
εἴ
τις
δοκεῖ
ἄλλος
πεποιθέναι
ἐν
σαρκί,
ἐγὼ
μᾶλλον·
3:5
περιτομῇ
ὀκταήμερος
ἐκ
γένους
Ἰσραήλ,
φυλῆς
Βενιαμίν,
Ἑβραῖος
ἐξ
Ἑβραίων,
κατὰ
νόμον
Φαρισαῖος,
3:6
κατὰ
ζῆλος
διώκων
τὴν
ἐκκλησίαν,
κατὰ
δικαιοσύνην
τὴν
ἐν
νόμῳ
γενόμενος
ἄμεμπτος.
3:7
ἀλλὰ
ἅτινα
ἦν
μοι
κέρδη,
ταῦτα
ἥγημαι
διὰ
τὸν
Χριστὸν
ζημίαν.
3:8
ἀλλὰ
μενοῦνγε
καὶ
ἡγοῦμαι
πάντα
ζημίαν
εἶναι
διὰ
τὸ
ὑπερέχον
τῆς
γνώσεως
Χριστοῦ
Ἰησοῦ
τοῦ
κυρίου
μου,
δι'
ὃν
τὰ
πάντα
ἐζημιώθην,
καὶ
ἡγοῦμαι
σκύβαλα,
ἵνα
Χριστὸν
κερδήσω.
3:9
καὶ
εὑρεθῶ
ἐν
αὐτῷ,
μὴ
ἔχων
ἐμὴν
δικαιοσύνην
τὴν
ἐκ
νόμου
ἀλλὰ
τὴν
διὰ
πίστεως
Χριστοῦ,
τὴν
ἐκ
θεοῦ
δικαιοσύνην
ἐπὶ
τῇ
πίστει,
3:10
τοῦ
γνῶναι
αὐτὸν
καὶ
τὴν
δύναμιν
τῆς
ἀναστάσεως
αὐτοῦ
καὶ
κοινωνίαν
παθημάτων
αὐτοῦ
συμμορφιζόμενος
τῷ
θανάτῳ
αὐτοῦ,
3:11
εἴ
πως
καταντήσω
εἰς
τὴν
ἐξανάστασιν
τὴν
ἐκ
νεκρῶν.
3:12
Οὐχ
ὅτι
ἤδη
ἔλαβον
ἢ
ἤδη
τετελείωμαι,
διώκω
δὲ
εἰ
καὶ
καταλάβω,
ἐφ'
ᾧ
καὶ
κατελήμφθην
ὑπὸ
Χριστοῦ
[Ἰησοῦ].
3:13
ἀδελφοί,
ἐγὼ
ἐμαυτὸν
οὔπω
λογίζομαι
κατειληφέναι·
ἐν
δὲ,
τὰ
μὲν
ὀπίσω
ἐπιλανθανόμενος
τοῖς
δὲ
ἔμπροσθεν
ἐπεκτεινόμενος,
3:14
κατὰ
σκοπὸν
διώκω
εἰς
τὸ
βραβεῖον
τῆς
ἄνω
κλήσεως
τοῦ
θεοῦ
ἐν
Χριστῷ
Ἰησοῦ.
3:15
ὅσοι
οὖν
τέλειοι,
τοῦτο
φρονῶμεν
καὶ
εἴ
τι
ἑτέρως
φρονεῖτε,
καὶ
τοῦτο
ὁ
θεὸς
ὑμῖν
ἀποκαλύψει·
3:16
πλὴν
εἰς
ὁ
ἐφθάσαμεν,
τῷ
αὐτῷ
στοιχεῖν.
3:17
Συμμιμηταί
μου
γίνεσθε,
ἀδελφοί,
καὶ
σκοπεῖτε
τοὺς
οὕτω
περιπατοῦντας
καθὼς
ἔχετε
τύπον
ἡμᾶς.
3:18
πολλοὶ
γὰρ
περιπατοῦσιν
οὓς
πολλάκις
ἔλεγον
ὑμῖν,
νῦν
δὲ
καὶ
κλαίων
λέγω,
τοὺς
ἐχθροὺς
τοῦ
σταυροῦ
τοῦ
Χριστοῦ,
3:19
ὧν
τὸ
τέλος
ἀπώλεια,
ὧν
ὁ
θεὸς
ἡ
κοιλία
καὶ
ἡ
δόξα
ἐν
τῇ
αἰσχύνῃ
αὐτῶν,
οἱ
τὰ
ἐπίγεια
φρονοῦντες.
3:20
ἡμῶν
γὰρ
τὸ
πολίτευμα
ἐν
οὐρανοῖς
ὑπάρχει,
ἐξ
οὗ
καὶ
σωτῆρα
ἀπεκδεχόμεθα
κύριον
Ἰησοῦν
Χριστόν,
3:21
ὃς
μετασχηματίσει
τὸ
σῶμα
τῆς
ταπεινώσεως
ἡμῶν
σύμμορφον
τῷ
σώματι
τῆς
δόξης
αὐτοῦ
κατὰ
τὴν
ἐνέργειαν
τοῦ
δυνάσθαι
αὐτὸν
καὶ
ὑποτάξαι
αὐτῷ
τὰ
πάντα.
Westcott-Hort Greek NT
- Public Domain