Close
Login
Your browser does not support iframes
Close
Sign in
Sign in using your Scholars' Gateway account
Email:
*
Password:
*
Forgot Password?
Login
Or sign in using another account
Scholars' Gateway
beta
Search
Commentary
Papers
Paradigms
Word Parser
Word Search
Fonts
Support
Scholars Gateway
Recently visited
Romans 2
Job 40
Numbers 4
Numbers 33
John 19
Definition בַּתַּנּוּר
Job 13
Donate
Donate
Donate
תרום עכשיו
American Standard Version
English Standard Version
King James Version 1611
Young's Literal Translation
Luther translation 1545
Luther translation 1912
Septuagint
Westcott-Hort Greek NT
Westminster Leningrad Codex
Latin Vulgate
A Hymn to Marduk
Code of Hammurabi
View available sources
|
View available books in source
Columns
Hover Text
Verse Numbers
Pointed Text
Cantillation
Verbs
Adverbs
Nouns
Prepositions
Adjectives
Conjunctions
Numbers
Font Size
Romans 2
Commentary
Submitted Translations
Papers/Articles
2:1
Διὸ
ἀναπολόγητος
εἶ,
ὧ
ἄνθρωπε
πᾶς
ὁ
κρίνων·
ἐν
ᾧ
γὰρ
κρίνεις
τὸν
ἕτερον,
σεαυτὸν
κατακρίνεις,
τὰ
γὰρ
αὐτὰ
πράσσεις
ὁ
κρίνων.
2:2
οἴδαμεν
δὲ
ὅτι
τὸ
κρίμα
τοῦ
θεοῦ
ἐστιν
κατὰ
ἀλήθειαν
ἐπὶ
τοὺς
τὰ
τοιαῦτα
πράσσοντας.
2:3
λογίζῃ
δὲ
τοῦτο,
ὦ
ἄνθρωπε
ὁ
κρίνων
τοὺς
τὰ
τοιαῦτα
πράσσοντας
καὶ
ποιῶν
αὐτά,
ὅτι
σὺ
ἐκφεύξῃ
τὸ
κρίμα
τοῦ
θεοῦ;.
2:4
ἡ
τοῦ
πλούτου
τῆς
χρηστότητος
αὐτοῦ
καὶ
τῆς
ἀνοχῆς
καὶ
τῆς
μακροθυμίας
καταφρονεῖς,
ἀγνοῶν
ὅτι
τὸ
χρηστὸν
τοῦ
θεοῦ
εἰς
μετάνοιαν
σε
ἄγει;.
2:5
κατὰ
δὲ
τὴν
σκληρότητα
σου
καὶ
ἀμετανόητον
καρδίαν
θησαυρίζεις
σεαυτῷ
ὀργὴν
ἐν
ἡμέρᾳ
ὀργῆς
καὶ
ἀποκαλύψεως
δικαιοκρισίας
τοῦ
θεοῦ.
2:6
ὃς
ἀποδώσει
ἑκάστῳ
κατὰ
τὰ
ἔργα
αὐτοῦ·
2:7
τοῖς
μὲν
καθ'
ὑπομονὴν
ἔργου
ἀγαθοῦ
δόξαν
καὶ
τιμὴν
καὶ
ἀφθαρσίαν
ζητοῦσιν
ζωὴν
αἰώνιον,
2:8
τοῖς
δὲ
ἐξ
ἐριθείας
καὶ
ἀπειθοῦσι
τῇ
ἀληθείᾳ
πειθομένοις
δὲ
τῇ
ἀδικίᾳ
ὀργὴ
καὶ
θυμός.
2:9
θλῖψις
καὶ
στενοχωρία
ἐπὶ
πᾶσαν
ψυχὴν
ἀνθρώπου
τοῦ
κατεργαζομένου
τὸ
κακόν,
Ἰουδαίου
τε
πρῶτον
καὶ
Ἕλληνος·
2:10
δόξα
δὲ
καὶ
τιμὴ
καὶ
εἰρήνη
παντὶ
τῷ
ἐργαζομένῳ
τὸ
ἀγαθόν,
Ἰουδαίῳ
τε
πρῶτον
καὶ
Ἕλληνι·
2:11
οὐ
γάρ
ἐστιν
προσωπολημψία
παρὰ
τῷ
θεῷ.
2:12
Ὅσοι
γὰρ
ἀνόμως
ἥμαρτον,
ἀνόμως
καὶ
ἀπολοῦνται,
καὶ
ὅσοι
ἐν
νόμῳ
ἥμαρτον,
διὰ
νόμου
κριθήσονται·
2:13
οὐ
γὰρ
οἱ
ἀκροαταὶ
νόμου
δίκαιοι
παρὰ
[τῷ]
θεῷ
ἀλλ'
οἱ
ποιηταὶ
νόμου
δικαιωθήσονται.
2:14
ὅταν
γὰρ
ἔθνη
τὰ
μὴ
νόμον
ἔχοντα
φύσει
τὰ
τοῦ
νόμου
ποιῶσιν,
οὗτοι
νόμον
μὴ
ἔχοντες
ἑαυτοῖς
εἰσιν
νόμος·
2:15
οἵτινες
ἐνδείκνυνται
τὸ
ἔργον
τοῦ
νόμου
γραπτὸν
ἐν
ταῖς
καρδίαις
αὐτῶν,
συμμαρτυρούσης
αὐτῶν
τῆς
συνειδήσεως
καὶ
μεταξὺ
ἀλλήλων
τῶν
λογισμῶν
κατηγορούντων
ἢ
καὶ
ἀπολογουμένων,
2:16
ἐν
ἡ
ἡμέρᾳ
κρίνει
ὁ
θεὸς
τὰ
κρυπτὰ
τῶν
ἀνθρώπων
κατὰ
τὸ
εὐαγγέλιον
μου
διὰ
Χριστοῦ
Ἰησοῦ.
2:17
Εἰ
δὲ
σὺ
Ἰουδαῖος
ἐπονομάζῃ
καὶ
ἐπαναπαύῃ
νόμῳ
καὶ
καυχᾶσαι
ἐν
θεῷ.
2:18
καὶ
γινώσκεις
τὸ
θέλημα
καὶ
δοκιμάζεις
τὰ
διαφέροντα
κατηχούμενος
ἐκ
τοῦ
νόμου.
2:19
πέποιθας
τε
σεαυτὸν
ὁδηγὸν
εἶναι
τυφλῶν,
φῶς
τῶν
ἐν
σκότει,
2:20
παιδευτὴν
ἀφρόνων,
διδάσκαλον
νηπίων,
ἔχοντα
τὴν
μόρφωσιν
τῆς
γνώσεως
καὶ
τῆς
ἀληθείας
ἐν
τῷ
νὀμῳ·
2:21
ὁ
οὖν
διδάσκων
ἕτερον
σεαυτὸν
οὐ
διδάσκεις;
ὁ
κηρύσσων
μὴ
κλέπτειν
κλέπτεις;.
2:22
ὁ
λέγων
μὴ
μοιχεύειν
μοιχεύεις;
ὁ
βδελυσσόμενος
τὰ
εἴδωλα
ἱεροσυλεῖς;.
2:23
ὃς
ἐν
νόμῳ
καυχᾶσαι,
διὰ
τῆς
παραβάσεως
τοῦ
νόμου
τὸν
θεὸν
ἀτιμάζεις·
2:24
τὸ
γὰρ
ὄνομα
τοῦ
θεοῦ
δι'
ὑμᾶς
βλασφημεῖται
ἐν
τοῖς
ἔθνεσιν
καθὼς
γέγραπται.
2:25
Περιτομὴ
μὲν
γὰρ
ὠφελεῖ
ἐὰν
νόμον
πράσσῃς·
ἐὰν
δὲ
παραβάτης
νόμου
ᾖς
ἡ
περιτομή
σου
ἀκροβυστία
γέγονεν.
2:26
ἐὰν
οὖν
ἡ
ἀκροβυστία
τὰ
δικαιώματα
τοῦ
νόμου
φυλάσσῃ,
οὐχ
ἡ
ἀκροβυστία
αὐτοῦ
εἰς
περιτομὴν
λογισθήσεται;.
2:27
καὶ
κρινεῖ
ἡ
ἐκ
φύσεως
ἀκροβυστία
τὸν
νόμον
τελοῦσα
σε
τὸν
διὰ
γράμματος
καὶ
περιτομῆς
παραβάτην
νόμου.
2:28
οὐ
γὰρ
ὁ
ἐν
τῷ
φανερῷ
Ἰουδαῖος
ἐστιν
οὐδὲ
ἡ
ἐν
τῷ
φανερῷ
ἐν
σαρκὶ
περιτομή,
2:29
ἀλλ'
ὁ
ἐν
τῷ
κρυπτῷ
Ἰουδαῖος,
καὶ
περιτομὴ
καρδίας
ἐν
πνεύματι
οὐ
γράμματι,
οὗ
ὁ
ἔπαινος
οὐκ
ἐξ
ἀνθρώπων
ἀλλ'
ἐκ
τοῦ
θεοῦ.
Westcott-Hort Greek NT
- Public Domain