Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
θυγάτηρ
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



καὶ ἠρώτησα αὐτὴν καὶ εἶπα τίνος εἶ θυγάτηρ δὲ ἔφη θυγάτηρ βαθουηλ εἰμὶ τοῦ υἱοῦ ναχωρ ὃν ἔτεκεν αὐτῷ μελχα καὶ περιέθηκα αὐτῇ τὰ ἐνώτια καὶ τὰ ψέλια περὶ τὰς χεῖρας αὐτῆς

κατέβη δὲ θυγάτηρ φαραω λούσασθαι ἐπὶ τὸν ποταμόν καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν καὶ ἰδοῦσα τὴν θῖβιν ἐν τῷ ἕλει ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν

καὶ θυγάτηρ ἀνθρώπου ἱερέως ἐὰν βεβηλωθῇ τοῦ ἐκπορνεῦσαι τὸ ὄνομα τοῦ πατρὸς αὐτῆς αὐτὴ βεβηλοῖ ἐπὶ πυρὸς κατακαυθήσεται

καὶ ὄνομα τῇ γυναικὶ τῇ μαδιανίτιδι τῇ πεπληγυίᾳ χασβι θυγάτηρ σουρ ἄρχοντος ἔθνους ομμωθ οἴκου πατριᾶς ἐστιν τῶν μαδιαν

τῇ δὲ ἡμέρᾳ τῇ ἑβδόμῃ σάββατα κυρίῳ τῷ θεῷ σου οὐ ποιήσεις ἐν αὐτῇ πᾶν ἔργον σὺ καὶ οἱ υἱοί σου καὶ θυγάτηρ σου παῖς σου καὶ παιδίσκη σου βοῦς σου καὶ τὸ ὑποζύγιόν σου καὶ πᾶν κτῆνός σου καὶ προσήλυτος παροικῶν ἐν σοί ἵνα ἀναπαύσηται παῖς σου καὶ παιδίσκη σου ὥσπερ καὶ σύ

καὶ ἦλθεν ιεφθαε εἰς μασσηφα εἰς τὸν οἶκον αὐτοῦ καὶ ἰδοὺ θυγάτηρ αὐτοῦ ἐξεπορεύετο εἰς ὑπάντησιν ἐν τυμπάνοις καὶ χοροῖς καὶ ἦν αὕτη μονογενής οὐκ ἦν αὐτῷ ἕτερος υἱὸς θυγάτηρ

καὶ ὄνομα τῇ γυναικὶ αὐτοῦ αχινοομ θυγάτηρ αχιμαας καὶ ὄνομα τῷ ἀρχιστρατήγῳ αβεννηρ υἱὸς νηρ υἱοῦ οἰκείου σαουλ

καὶ τῷ σαουλ παλλακὴ ρεσφα θυγάτηρ ιαλ καὶ εἶπεν μεμφιβοσθε υἱὸς σαουλ πρὸς αβεννηρ τί ὅτι εἰσῆλθες πρὸς τὴν παλλακὴν τοῦ πατρός μου

καὶ ᾠκοδόμησεν τὴν ἄκραν καὶ τὰς ἐπάλξεις αὐτῆς καὶ διέκοψεν τὴν πόλιν δαυιδ οὕτως θυγάτηρ φαραω ἀνέβαινεν ἐκ τῆς πόλεως δαυιδ εἰς τὸν οἶκον αὐτῆς ὃν ᾠκοδόμησεν αὐτῇ τότε ᾠκοδόμησεν τὴν ἄκραν

καὶ ἐπορεύθη ἐν ὁδῷ βασιλέων ισραηλ καθὼς ἐποίησεν οἶκος αχααβ ὅτι θυγάτηρ αχααβ ἦν αὐτῷ εἰς γυναῖκα καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου

καὶ ἐγέννησεν σαγαφ πατέρα μαρμηνα καὶ τὸν σαου πατέρα μαχαβηνα καὶ πατέρα γαιβαα καὶ θυγάτηρ χαλεβ ασχα

ἔτη τρία ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῇ μητρὶ αὐτοῦ μααχα θυγάτηρ ουριηλ ἀπὸ γαβαων καὶ πόλεμος ἦν ἀνὰ μέσον αβια καὶ ἀνὰ μέσον ιεροβοαμ

καὶ ἦν τούτῳ παῖς θρεπτή θυγάτηρ αμιναδαβ ἀδελφοῦ πατρὸς αὐτοῦ καὶ ὄνομα αὐτῇ εσθηρ ἐν δὲ τῷ μεταλλάξαι αὐτῆς τοὺς γονεῖς ἐπαίδευσεν αὐτὴν ἑαυτῷ εἰς γυναῖκα καὶ ἦν τὸ κοράσιον καλὸν τῷ εἴδει

θυγάτηρ βαβυλῶνος ταλαίπωρος μακάριος ὃς ἀνταποδώσει σοι τὸ ἀνταπόδομά σου ἀνταπέδωκας ἡμῖν

ἐγκαταλειφθήσεται θυγάτηρ σιων ὡς σκηνὴ ἐν ἀμπελῶνι καὶ ὡς ὀπωροφυλάκιον ἐν σικυηράτῳ ὡς πόλις πολιορκουμένη

καὶ ἐρεῖς πρὸς αὐτοὺς τὸν λόγον τοῦτον καταγάγετε ἐπ' ὀφθαλμοὺς ὑμῶν δάκρυα ἡμέρας καὶ νυκτός καὶ μὴ διαλιπέτωσαν ὅτι συντρίμματι συνετρίβη θυγάτηρ λαοῦ μου καὶ πληγῇ ὀδυνηρᾷ σφόδρα

θυγάτηρ τῆς μητρός σου σὺ εἶ ἀπωσαμένη τὸν ἄνδρα αὐτῆς καὶ τὰ τέκνα αὐτῆς καὶ ἀδελφὴ τῶν ἀδελφῶν σου τῶν ἀπωσαμένων τοὺς ἄνδρας αὐτῶν καὶ τὰ τέκνα αὐτῶν μήτηρ ὑμῶν χετταία καὶ πατὴρ ὑμῶν αμορραῖος

νῦν ἐμφραχθήσεται θυγάτηρ εφραιμ ἐν φραγμῷ συνοχὴν ἔταξεν ἐφ' ἡμᾶς ἐν ῥάβδῳ πατάξουσιν ἐπὶ σιαγόνα τὰς φυλὰς τοῦ ισραηλ