Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
κυρίου
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα καὶ φαγὼν εὐλογήσω σε ἐναντίον κυρίου πρὸ τοῦ ἀποθανεῖν με

ὤφθη δὲ αὐτῷ ἄγγελος κυρίου ἐν φλογὶ πυρὸς ἐκ τοῦ βάτου καὶ ὁρᾷ ὅτι βάτος καίεται πυρί δὲ βάτος οὐ κατεκαίετο

καὶ σφάξουσι τὸν μόσχον ἔναντι κυρίου καὶ προσοίσουσιν οἱ υἱοὶ ααρων οἱ ἱερεῖς τὸ αἷμα καὶ προσχεοῦσιν τὸ αἷμα ἐπὶ τὸ θυσιαστήριον κύκλῳ τὸ ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς τοῦ μαρτυρίου

οἱ δὲ λευῖται παρεμβαλέτωσαν ἐναντίον κυρίου κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου καὶ οὐκ ἔσται ἁμάρτημα ἐν υἱοῖς ισραηλ καὶ φυλάξουσιν οἱ λευῖται αὐτοὶ τὴν φυλακὴν τῆς σκηνῆς τοῦ μαρτυρίου

καὶ οὐκ ἠθελήσατε ἀναβῆναι καὶ ἠπειθήσατε τῷ ῥήματι κυρίου τοῦ θεοῦ ὑμῶν

μνήσθητε τὸ ῥῆμα κυρίου ἐνετείλατο ὑμῖν μωυσῆς παῖς κυρίου λέγων κύριος θεὸς ὑμῶν κατέπαυσεν ὑμᾶς καὶ ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην

καὶ ἐγένετο μετὰ τὴν τελευτὴν ἰησοῦ καὶ ἐπηρώτων οἱ υἱοὶ ισραηλ διὰ τοῦ κυρίου λέγοντες τίς ἀναβήσεται ἡμῖν πρὸς τοὺς χαναναίους ἀφηγούμενος τοῦ πολεμῆσαι πρὸς αὐτούς

ἀποτείσαι κύριος τὴν ἐργασίαν σου καὶ γένοιτο μισθός σου πλήρης παρὰ κυρίου θεοῦ ισραηλ πρὸς ὃν ἦλθες πεποιθέναι ὑπὸ τὰς πτέρυγας αὐτοῦ

οὕτως ἐποίει ἐνιαυτὸν κατ' ἐνιαυτὸν ἐν τῷ ἀναβαίνειν αὐτὴν εἰς οἶκον κυρίου καὶ ἠθύμει καὶ ἔκλαιεν καὶ οὐκ ἤσθιεν

καὶ ἀπέστειλεν δαυιδ ἀγγέλους πρὸς τοὺς ἡγουμένους ιαβις τῆς γαλααδίτιδος καὶ εἶπεν πρὸς αὐτούς εὐλογημένοι ὑμεῖς τῷ κυρίῳ ὅτι πεποιήκατε τὸ ἔλεος τοῦτο ἐπὶ τὸν κύριον ὑμῶν ἐπὶ σαουλ τὸν χριστὸν κυρίου καὶ ἐθάψατε αὐτὸν καὶ ιωναθαν τὸν υἱὸν αὐτοῦ

καὶ σύ κύριέ μου βασιλεῦ οἱ ὀφθαλμοὶ παντὸς ισραηλ πρὸς σὲ ἀπαγγεῖλαι αὐτοῖς τίς καθήσεται ἐπὶ τοῦ θρόνου τοῦ κυρίου μου τοῦ βασιλέως μετ' αὐτόν

καὶ ἄγγελος κυρίου ἐλάλησεν πρὸς ηλιου τὸν θεσβίτην λέγων ἀναστὰς δεῦρο εἰς συνάντησιν τῶν ἀγγέλων οχοζιου βασιλέως σαμαρείας καὶ λαλήσεις πρὸς αὐτούς εἰ παρὰ τὸ μὴ εἶναι θεὸν ἐν ισραηλ ὑμεῖς πορεύεσθε ἐπιζητῆσαι ἐν τῇ βααλ μυῖαν θεὸν ακκαρων

υἱοὶ ιουδα ηρ αυναν σηλων τρεῖς ἐγεννήθησαν αὐτῷ ἐκ τῆς θυγατρὸς σαυας τῆς χαναανίτιδος καὶ ἦν ηρ πρωτότοκος ιουδα πονηρὸς ἐναντίον κυρίου καὶ ἀπέκτεινεν αὐτόν

καὶ ἐπορεύθη σαλωμων καὶ πᾶσα ἐκκλησία μετ' αὐτοῦ εἰς τὴν ὑψηλὴν τὴν ἐν γαβαων οὗ ἐκεῖ ἦν σκηνὴ τοῦ μαρτυρίου τοῦ θεοῦ ἣν ἐποίησεν μωυσῆς παῖς κυρίου ἐν τῇ ἐρήμῳ

καὶ ἐν τῷ πρώτῳ ἔτει κύρου τοῦ βασιλέως περσῶν τοῦ τελεσθῆναι λόγον κυρίου ἀπὸ στόματος ιερεμιου ἐξήγειρεν κύριος τὸ πνεῦμα κύρου βασιλέως περσῶν καὶ παρήγγειλεν φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων

καὶ ἀνέγνωσαν ἐν βιβλίῳ νόμου τοῦ θεοῦ καὶ ἐδίδασκεν εσδρας καὶ διέστελλεν ἐν ἐπιστήμῃ κυρίου καὶ συνῆκεν λαὸς ἐν τῇ ἀναγνώσει

καὶ ὡς ἐγένετο ἡμέρα αὕτη καὶ ἰδοὺ ἦλθον οἱ ἄγγελοι τοῦ θεοῦ παραστῆναι ἐνώπιον τοῦ κυρίου καὶ διάβολος ἦλθεν μετ' αὐτῶν

ἀλλ' ἐν τῷ νόμῳ κυρίου τὸ θέλημα αὐτοῦ καὶ ἐν τῷ νόμῳ αὐτοῦ μελετήσει ἡμέρας καὶ νυκτός

ἐμίσησαν γὰρ σοφίαν τὸν δὲ φόβον τοῦ κυρίου οὐ προείλαντο

ἔγνω βοῦς τὸν κτησάμενον καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ ισραηλ δέ με οὐκ ἔγνω καὶ λαός με οὐ συνῆκεν

καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

ἀπώσατο κύριος θυσιαστήριον αὐτοῦ ἀπετίναξεν ἁγίασμα αὐτοῦ συνέτριψεν ἐν χειρὶ ἐχθροῦ τεῖχος βάρεων αὐτῆς φωνὴν ἔδωκαν ἐν οἴκῳ κυρίου ὡς ἐν ἡμέρᾳ ἑορτῆς

καὶ ἐγένετο λόγος κυρίου πρὸς ιεζεκιηλ υἱὸν βουζι τὸν ἱερέα ἐν γῇ χαλδαίων ἐπὶ τοῦ ποταμοῦ τοῦ χοβαρ καὶ ἐγένετο ἐπ' ἐμὲ χεὶρ κυρίου

καὶ παρέδωκεν αὐτὴν κύριος εἰς χεῖρας αὐτοῦ καὶ ιωακιμ τὸν βασιλέα τῆς ιουδαίας καὶ μέρος τι τῶν ἱερῶν σκευῶν τοῦ κυρίου καὶ ἀπήνεγκεν αὐτὰ εἰς βαβυλῶνα καὶ ἀπηρείσατο αὐτὰ ἐν τῷ εἰδωλίῳ αὐτοῦ

λόγος κυρίου ὃς ἐγενήθη πρὸς ωσηε τὸν τοῦ βεηρι ἐν ἡμέραις οζιου καὶ ιωαθαμ καὶ αχαζ καὶ εζεκιου βασιλέων ιουδα καὶ ἐν ἡμέραις ιεροβοαμ υἱοῦ ιωας βασιλέως ισραηλ

λόγος κυρίου ὃς ἐγενήθη πρὸς ιωηλ τὸν τοῦ βαθουηλ

τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν ιουδα καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἕνεκα τοῦ ἀπώσασθαι αὐτοὺς τὸν νόμον κυρίου καὶ τὰ προστάγματα αὐτοῦ οὐκ ἐφυλάξαντο καὶ ἐπλάνησεν αὐτοὺς τὰ μάταια αὐτῶν ἐποίησαν οἷς ἐξηκολούθησαν οἱ πατέρες αὐτῶν ὀπίσω αὐτῶν

ὅρασις αβδιου τάδε λέγει κύριος θεὸς τῇ ιδουμαίᾳ ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ περιοχὴν εἰς τὰ ἔθνη ἐξαπέστειλεν ἀνάστητε καὶ ἐξαναστῶμεν ἐπ' αὐτὴν εἰς πόλεμον

καὶ ἐγένετο λόγος κυρίου πρὸς ιωναν τὸν τοῦ αμαθι λέγων

καὶ ἐγένετο λόγος κυρίου πρὸς μιχαιαν τὸν τοῦ μωρασθι ἐν ἡμέραις ιωαθαμ καὶ αχαζ καὶ εζεκιου βασιλέων ιουδα ὑπὲρ ὧν εἶδεν περὶ σαμαρείας καὶ περὶ ιερουσαλημ

ἐκ σοῦ ἐξελεύσεται λογισμὸς κατὰ τοῦ κυρίου πονηρὰ λογιζόμενος ἐναντία

οὐ ταῦτά ἐστιν παρὰ κυρίου παντοκράτορος καὶ ἐξέλιπον λαοὶ ἱκανοὶ ἐν πυρί καὶ ἔθνη πολλὰ ὠλιγοψύχησαν

λόγος κυρίου ὃς ἐγενήθη πρὸς σοφονιαν τὸν τοῦ χουσι υἱὸν γοδολιου τοῦ αμαριου τοῦ εζεκιου ἐν ἡμέραις ιωσιου υἱοῦ αμων βασιλέως ιουδα

καὶ ἐγένετο λόγος κυρίου ἐν χειρὶ αγγαιου τοῦ προφήτου λέγων

ἐν τῷ ὀγδόῳ μηνὶ ἔτους δευτέρου ἐπὶ δαρείου ἐγένετο λόγος κυρίου πρὸς ζαχαριαν τὸν τοῦ βαραχιου υἱὸν αδδω τὸν προφήτην λέγων

λῆμμα λόγου κυρίου ἐπὶ τὸν ισραηλ ἐν χειρὶ ἀγγέλου αὐτοῦ θέσθε δὴ ἐπὶ τὰς καρδίας ὑμῶν