Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Recently visited



First occurrence in each book:



ἔτους πρώτου κύρου βασιλέως περσῶν μετὰ τὸ πληρωθῆναι ῥῆμα κυρίου διὰ στόματος ιερεμιου ἐξήγειρεν κύριος τὸ πνεῦμα κύρου βασιλέως περσῶν καὶ παρήγγειλεν κηρύξαι ἐν πάσῃ τῇ βασιλείᾳ αὐτοῦ ἐν γραπτῷ λέγων

καὶ ἐν τῷ πρώτῳ ἔτει κύρου τοῦ βασιλέως περσῶν τοῦ τελεσθῆναι λόγον κυρίου ἀπὸ στόματος ιερεμιου ἐξήγειρεν κύριος τὸ πνεῦμα κύρου βασιλέως περσῶν καὶ παρήγγειλεν φωνὴν ἐν πάσῃ βασιλείᾳ αὐτοῦ καί γε ἐν γραπτῷ λέγων

ἐν τῷ τρίτῳ ἔτει βασιλεύοντος αὐτοῦ δοχὴν ἐποίησεν τοῖς φίλοις καὶ τοῖς λοιποῖς ἔθνεσιν καὶ τοῖς περσῶν καὶ μήδων ἐνδόξοις καὶ τοῖς ἄρχουσιν τῶν σατραπῶν

τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι ἀθετῶν ἀθετεῖ ἀνομῶν ἀνομεῖ ἐπ' ἐμοὶ οἱ αιλαμῖται καὶ οἱ πρέσβεις τῶν περσῶν ἐπ' ἐμὲ ἔρχονται νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν

τότε οὗτοι οἱ ἄνθρωποι ἐνέτυχον τῷ βασιλεῖ καὶ εἶπαν δαρεῖε βασιλεῦ οὐχ ὁρισμὸν ὡρίσω ἵνα πᾶς ἄνθρωπος μὴ εὔξηται εὐχὴν μηδὲ ἀξιώσῃ ἀξίωμα παρὰ παντὸς θεοῦ ἕως ἡμερῶν τριάκοντα ἀλλὰ παρὰ σοῦ βασιλεῦ εἰ δὲ μή ῥιφήσεται εἰς τὸν λάκκον τῶν λεόντων ἀποκριθεὶς δὲ βασιλεὺς εἶπεν αὐτοῖς ἀκριβὴς λόγος καὶ μενεῖ ὁρισμός καὶ εἶπον αὐτῷ ὁρκίζομέν σε τοῖς μήδων καὶ περσῶν δόγμασιν ἵνα μὴ ἀλλοιώσῃς τὸ πρόσταγμα μηδὲ θαυμάσῃς πρόσωπον καὶ ἵνα μὴ ἐλαττώσῃς τι τῶν εἰρημένων καὶ κολάσῃς τὸν ἄνθρωπον ὃς οὐκ ἐνέμεινε τῷ ὁρισμῷ τούτῳ καὶ εἶπεν οὕτως ποιήσω καθὼς λέγετε καὶ ἕστηκέ μοι τοῦτο