Close

Login

Close

Sign in

Sign in using your Scholars' Gateway account

Email: *
Password: *

Or sign in using another account

Scholars Gateway


Word Parsed:
ἐξέχεεν
Parts of Speech:
Root:
Strong's Number:
Infinitive Definition:
Transliteration:


First occurrence in each book:



γνοὺς δὲ αυναν ὅτι οὐκ αὐτῷ ἔσται τὸ σπέρμα ἐγίνετο ὅταν εἰσήρχετο πρὸς τὴν γυναῖκα τοῦ ἀδελφοῦ αὐτοῦ ἐξέχεεν ἐπὶ τὴν γῆν τοῦ μὴ δοῦναι σπέρμα τῷ ἀδελφῷ αὐτοῦ

καὶ ἔσφαξεν αὐτὸν καὶ ἔλαβεν μωυσῆς ἀπὸ τοῦ αἵματος καὶ ἐπέθηκεν ἐπὶ τὰ κέρατα τοῦ θυσιαστηρίου κύκλῳ τῷ δακτύλῳ καὶ ἐκαθάρισεν τὸ θυσιαστήριον καὶ τὸ αἷμα ἐξέχεεν ἐπὶ τὴν βάσιν τοῦ θυσιαστηρίου καὶ ἡγίασεν αὐτὸ τοῦ ἐξιλάσασθαι ἐπ' αὐτοῦ

καί γε αἷμα ἀθῷον ἐξέχεεν μανασσης πολὺ σφόδρα ἕως οὗ ἔπλησεν τὴν ιερουσαλημ στόμα εἰς στόμα πλὴν τῶν ἁμαρτιῶν αὐτοῦ ὧν ἐξήμαρτεν τὸν ιουδαν τοῦ ποιῆσαι τὸ πονηρὸν ἐν ὀφθαλμοῖς κυρίου

ὢν εἴκοσι καὶ πέντε ἐτῶν ιωακιμ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἕνδεκα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ζεχωρα θυγάτηρ νηριου ἐκ ραμα καὶ ἐποίησεν τὸ πονηρὸν ἐναντίον κυρίου κατὰ πάντα ὅσα ἐποίησαν οἱ πατέρες αὐτοῦ ἐν ταῖς ἡμέραις αὐτοῦ ἦλθεν ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος εἰς τὴν γῆν καὶ ἦν αὐτῷ δουλεύων τρία ἔτη καὶ ἀπέστη ἀπ' αὐτοῦ καὶ ἀπέστειλεν κύριος ἐπ' αὐτοὺς τοὺς χαλδαίους καὶ λῃστήρια σύρων καὶ λῃστήρια μωαβιτῶν καὶ υἱῶν αμμων καὶ τῆς σαμαρείας καὶ ἀπέστησαν μετὰ τὸν λόγον τοῦτον κατὰ τὸν λόγον κυρίου ἐν χειρὶ τῶν παίδων αὐτοῦ τῶν προφητῶν πλὴν θυμὸς κυρίου ἦν ἐπὶ ιουδαν τοῦ ἀποστῆσαι αὐτὸν ἀπὸ προσώπου αὐτοῦ διὰ τὰς ἁμαρτίας μανασση ἐν πᾶσιν οἷς ἐποίησεν καὶ ἐν αἵματι ἀθῴῳ ἐξέχεεν ιωακιμ καὶ ἔπλησεν τὴν ιερουσαλημ αἵματος ἀθῴου καὶ οὐκ ἠθέλησεν κύριος ἐξολεθρεῦσαι αὐτούς

ἐνέτεινεν τόξον αὐτοῦ ὡς ἐχθρός ἐστερέωσεν δεξιὰν αὐτοῦ ὡς ὑπεναντίος καὶ ἀπέκτεινεν πάντα τὰ ἐπιθυμήματα ὀφθαλμῶν μου ἐν σκηνῇ θυγατρὸς σιων ἐξέχεεν ὡς πῦρ τὸν θυμὸν αὐτοῦ